Δοιαὶ δʼ ἑξείης προτέρω φρίσσουσι θάλασσαι,
Ἰσμαρικοῦ πνοιῇσιν ἐλαυνόμεναι βορέαο,
ὀρθὸν φυσιόωντος, ἐπεὶ κατεναντία κεῖνται·
ναῦται δὲ πρώτην Φαρίην ἅλα κικλήσκουσιν,
115
ὕστατον ἐς πρηῶνα τιταινομένην Κασίοιο·
Σιδονίην δʼ ἑτέρην, ὅθι τείνεται ἐς μυχὰ γαίῃς
Ἰσσοῦ ἄχρι πτόλιος, Κιλίκων χώρην παραμείβων,
Ἰσσικὸς ἑλκόμενος βορέην ἔπι κόλπος ἀπείρων,
οὐ μὲν πολλὸν ἄνευθεν ἰσόδρομος· ἄγχι γὰρ ἤδη
120
ὕσπληγγι δνοφερῇ Κιλίκων ἀποπαύεται αἴης·
τῆμος ἐπὶ ζέφυρον στρεπτὴν ἐπερεύγεται ἅλμην.
Ὡς δὲ δράκων βλοσυρωπὸς ἑλίσσεται, ἀγκύλος ἕρπων,
νωθὴς τῷ δ᾿ ὕποπᾶσα βαρύνεταιοὔρεος ἄκρη
ἐρχομένῳ· τὼς κεῖνος ἐλίσσεται εἰν ἁλὶ κόλπος,
125
νήχυτος, ἔνθα καὶ ἔνθα βαρυνόμενος προχοῇσιν.
Τοῦ μὲν ἐπὶ προχοῇ Παμφύλιοι ἀμφινέμονται,
ὅσσον ἐπιπροβέβηκε Χελιδονίων μυχὰ νήσων·
σῆμα δʼ ἔχει ζεφύρου Παταρηίδα τηλόθεν ἄκρην.
Φράζεο δʼ, ἐκ κείνου τετραμμένος αὖθις ἐπʼ ἄρκτους
130
Αἰγαίου πόντοιο πλατὺν πόρον, ἔνθα τε κῦμα
ῥησσόμενον νήσοισι περιβρέμεται Σποράδεσσιν·
οὐ γάρ τις κείνῳ ἐναλίγκια κύματʼ ὀφέλλει,
ὑψόθι μορμύρων, ἕτερος πόρος ἀμφιτρίτης·
οὖρον δʼ ἐς Τένεδον τεκμαίρεται ἐσχατόωσαν,
135
Ἴμβρον ἔχων ἑτέρωθεν,ὅθεν στενὸς ἔρχεται αὐλών,
συρόμενος βορέηνδε Προποντίδος ἔνδοθι πάσης.
Τῆς δʼ ὅπερ ἄσπετα φῦλα τιταίνεται Ἀσίδος αἴης
πρὸς νότον· ἠπείρου γὰρ ἐπὶ πλατὺς ἔρχεται ἰσθμός.
Τῇ δʼἔπι Θρηικίου στόμα Βοσπόρου, ὃν πάρος Ἰώ
140