ὄρρα καὶ οὐκ ἐςιδών περ ἔχοις εὔφραστον ὀπωπήν·
ἐκ τοῦ δʼ ἂν γεραρός τε καὶ αἱδοιέστερος εἴης,
ἀνδρὶ παρʼ ἀγνώσσοντι πιφαυσκόμενος τὰ ἕκαστα.
Ἤτοι μὲν Λιβύη τετανυσμένη ἐς νότον ἕρπει,
ἐς νότον ἀντολίην τε, τραπεζίῳ εἶδος ὁμοίη,
175
ἀρξαμένη πρώτιστα Γαδειρόθεν, ᾗχί περ ἄκρη
ἐζ μοχὸν ὀξονθεῖσα τιταίνεται Ὠκεανοῖο
οὖρον δʼ Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης
εὐρύτερον· τόθι γαῖα κελαινῶν Αἰθιοπήων
τῶν ἑτέρων, τῶν ἄγχι τιταίνεται οὖδας Ἐρεμβῶν·
180
παρδαλέῃ δέ μιν ἄνδρες ἐπικλείουσιν ὁμοίην·
ἦ γὰρ διψηρή τε καὶ αὐχμήεσσα τέτυκται,
τῇ καὶ τῇ κυανῇσι κατάστικτος φολίδεσσιν·
ἀλλʼ ἤτοι πυμάτην μὲν ἐπὶ γλωχῖνα νέμονται φῦλα,
ἀγχοῦ στηλάων Μαυρουσίδος ἔθνεα γαίης.
185
Τοῖσι δʼ ἔπι Νομάδων παραπέπταται ἄσπετα
ἔνθα Μασαισύλιοί τε καὶ ἀγρόνομοι Μασυλῆες
βόσκονται σὺν παισὶν ἀνʼ ἤπειρόν τε καὶ ὕλην,
μαιόμενοι βιότοιο κακήν καὶ ἀεικέα θήρην.
Οὐ γὰρ γειομόροιο τομὴν ἐδάησαν ἀρότρου,
190
κείνοις δʼ οὔποτε τερπνὸς ἀκούεται ὁλκὸς ἀμάξης,
οὐδὲ βοῶν μυκηθμὸς ἐς αὔλιον ἐρχομενάων·
ἀλλʼ αὔτως, ἅτε θῆρες, ἀνὰ δρία βουκολέονται,
νήιδες ἀσταχύων καὶ ἀπευθέες ἀμήτοιο.
Τοῖς δʼ ἔπι Καρχηδὼν πολυήρατον ἀμπέχει ὅρμον,
195
Καρχηδὼν, Λιβύων μέν, ἀτὰρ πρότερον Φοινίκων,
Καρχηδὼν, ἣν μῦθος ὑπαὶ βοῒ μετρηθῆναι.
Ἑξείης δʼ ἐπὶ Σύρτις ἀγάρροον ὁλκὸν ἑλίσσει
βαιοτέρη· μετὰ τὴν δὲ πρὸς αὐγὰς ἕλκεται ἄλη,
ἄσπετος, εὐρυτέρησι βαρυνομένη προχοῇσιν·
200
ἔνθα, κορυσσομένης Τυρσηνίδος ἀμφιτρίτης,
ἄλλοτε μὲν πλημμυρὶς ἐγείρεται, ἄλλοτε δʼ αὖτε