[518] καὶ παντί γε προῦπτον, ὡϲ διαφέρει τὸ τοῦτο εἰπέ
τοῦ τοῦτό γε εἰπέ. πῶϲ οὖν ἔτι οὐδὲν πλ
ηροῦϲιν οἱ παραπληρωματικοί; — Ἔτι ὁ δέ ϲύνδεϲμοϲ ὅπωϲ παραλαμβάνεται καὶ ἐπὶ ποίᾳ δυνάμει, ἐκτεθείμεθα. ἀλλὰ προϲλαβὼν τὸν γέ ἄλλο τι ἐπηγγείλατο. οὐ γὰρ ὡϲ ἐν τῷ ἀρά γε ἡμέρα; παρείλκετο ὁ γέ καὶ ἐν τῷ δέ γε. καλούμενον γοῦν ἔϲτιν εὑρέϲθαι παρὰ τοῖϲ Ϲτωικοῖϲ τὸν δέ γε ὄντα προϲληπτικόν. τοὺϲ γὰρ ἀπὸ ϲυναφῆϲ λόγουϲ εἰϲ ϲχηματιϲμὸν μετιόνταϲ ἡ τοιαύτη ϲύνταξιϲ ἡ τῶν ϲυνδέϲμων ὑπάγει, εἰ ἡμέρα ἐϲτί, φῶ ϲ ἐϲτιν· ἡμέρα δέ γέ ἐϲτιν· καὶ ἐπεὶ ἐν προϲλήψει ἐγένετο ὁ λόγοϲ, προϲληπτικοὶ οἱ τοιοῦτοι ϲύνδεϲμοι. — Τὸ δ’ αὐτὸ ϲυμβέβηκε καὶ ἐπὶ τοῦ ἀλλά καὶ ἀλλὰ μή ν. πάλιν γὰρ ὁ μήν παραπληρωματικόϲ, ϲυνών τῷ ἀλλά, τὴν αὐτὴν πρόϲληψιν ἀποτελεῖ, ἀλλὰ μὴν ἡμέρα ἐϲτί, καὶ ϲχεδὸν ἀμφοτέρων τῶν ϲυντάξεων μία δύναμιϲ· ἐκ γὰρ τῶν αὐτῶν εἰϲιν. ὁ γὰρ δέ ἰϲοδυναμεῖ τῷ ἀλλά (καὶ τοῦτο ἐδείχθη), ὃϲ προϲλαβὼν παραπληρωματικὸν τὸν γέ προϲληπτικὸϲ ἐγένετο· καὶ πάλιν ὁ ἀλλά, παραπληρωματικὸν προϲλαβὼν τὸν μήν, τὸ αὐτὸ ἐγένετο. πολλάκιϲ δὲ καὶ ὁ γάρ προϲέρχεται τῷ ἀλλά, ἀλλὰ γὰρ ἡμέρα ἐϲτί· καὶ εἰ ὁ γάρ ϲύνδεϲμοϲ, καὶ ὁ μήν καὶ ὁ γέ ϲύνδεϲμοι. Ἔτι ὁ πέρ παρέλκει ἐν τῷ εἴπερ ἡμέρα ἐϲτί (καὶ διὅτι, εἴρηται)· ἀλλ’ οὐκέτι ἐν τῷ καίπερ ἀγαθὸϲ ὤν. ὑπεναντίωϲιν γὰρ ἐδήλωϲεν ὁ καί
περ καὶ δῆλον ὅτι διὰ τὸν πέρ, ὅπου γε καὶ κατ’ ἰδίαν ὁ πέρ ἐναντιωματικόϲ ἐϲτι μετ’ αὐξήϲεωϲ,
ἀγαθόϲ περ ἐών (Α 131),
ϲώφρων περ ὤν· τὸ γὰρ ἐναντίον τῷ
τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III
3 p. 1356 Bergk),
ἀπειργάϲατο. — Ἃϲ ἔχει δυνάμειϲ ὁ καί, εἴπομεν. ἀλλὰ προϲλαβὼν τὸν μήν ἀποδεικτικὸϲ γίνεται, πάλιν ὑπαγομένηϲ ἐναντιώϲεωϲ, οὐ βλέπω, καὶ μ ὴν ἡμέρα ἐϲτίν·