ἦ νύ ϲέ που δέοϲ ἴϲχει (Ε 812)
καθ’ ἓν ἕκαϲτον μέροϲ λόγου ἡ ὀξεῖα ἀνέϲτη.
πῇ ἔβη Ἀνδρομάχη λευκώλενοϲ (Ζ 377),
λέγω τὸ κατὰ τὸ λευκώλενοϲ; — ἀλλ’ ἴϲωϲ πρὸϲ τὸ τοιοῦτον ἐκεῖνο εἰρήϲεται· ἀλλ’ ἐν ἑτέροιϲ τὰ παρέλκοντα δηλοῦϲί τι, ἐπεὶ πάλιν οὐ παρέλκει τὸ
λευκώλενοϲ Ἥρη (Α 55),
δεδείξεται οὖν ὡϲ οὐ πάντοτε πλεονάζουϲιν οἱ παραπληρωματικοί, ἀλλὰ καί ποτε τόπον ἴϲχουϲι τὸν ϲημαίνοντά τι. ἔϲτιν ὑποδείγματα παρέλκοντοϲ μὲν τοῦ γέ
οὗτόϲ γ’ Ἀτρείδηϲ, εὐρυκρείων Ἀγαμέμνων (Γ 178),
καὶ ἐν ϲυνδέϲμῳ ἆρά γε ἡμέρα ἐϲτί; καὶ ἐν τῷ ϲύ γε,
μὴ ϲύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεϲθαι (Π 89),
καὶ μέν τοί γε· οὐ μὴν ἔτι ἐν τῷ καλῶϲ γε· ἐπιτέταται γὰρ ἡ ἔκπληξιϲ. ἀλλὰ μὴν καὶ ἐν τῷ
τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III 3 p. 1356 Bergk),
τοῦτό γέ μοι λά ληϲον ἔμφαϲιϲ ἱκανὴ μειότητοϲ καὶ τοῦ μηδὲν ἄλλο ἀποφαινομένου.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.