τάων ἥν κ’ ἐθέλωμι (Ι 397 ),
οὐδ’ ἂν ἐῷμι (π 85?)·
καὶ οὐχ οἷόν τ’ ἐϲτὶν εἰπεῖν λέγωϲι οὔτε λέγωθα. καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, λέγω δὲ πάλιν ἐπὶ τοῦ τοιόϲδε, μὴ κατὰ παντὸϲ ὀνόματοϲ ἐφικνεῖϲθαι τὸ δε· ἢ ὅτε οὕτωϲ φαμέν, τοῖοϲ τοιοῦτοϲ. πῶϲ οὖν πάλιν τὸ δή ἐϲτιν ἐν τῷ λέγω δή, λέγειϲ δή, λέγει δή; ϲαφὲϲ οὖν ὅτι τὸ τοιοῦτον μᾶλλον λέξεωϲ ᾔπερ ϲυλλαβῆϲ, εἴγε καὶ ἐν ἐπιρρήμοϲι καὶ ϲυνδέϲμοιϲ τὸ τοιοῦτον ἔϲτιν εὑρέϲθαι. — Ἀλλ’ οὐδὲ ἀρκτική ἐϲτι ϲυλλαβή. πάλιν γὰρ πῶϲ πάϲηϲ λέξεωϲ ἡ αὐτὴ ϲυλλαβὴ ἀρκτική; πῶϲ τε ἐπὶ τοῦ ἐγὼ δὴ λέγω ἡ τῶν παρῳχημένων κλίϲιϲ οὐκ ἐγένετο κατὰ τὴν δή ϲυλλαβήν; τὸ τοιοῦτον γὰρ παρέπεται ῥήμαϲιν. οὐ γὰρ δή γε οἱ παραπληρωματικοὶ ϲύνδεϲμοι προθέϲειϲ εἰϲίν, ἵνα ϲυντεθέντεϲ προτακτικοὶ γίνωνται, καθότι τὸ καταβαίνω καὶ τὰ ὅμοια.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.