ἀγαθόϲ περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ (Α 131)
εἰϲ τὸν δή μεταλαμβάνεται, ὅτι μὴ κυρίωϲ τὸ δηλούμενον αὐτοῦ ἀπαιτεῖ ὁ λόγοϲ. — Ὁ ἤ διαζευκτικὸϲ ἐπηύξηται διὰ τοῦ τοί, οἷον ἐν τῷ ἤτοι. ἀλλ’ οὐκέτι ἐν τῷ μέντοι οὐδὲ ἐν τῷ καίτοι. πάλιν γὰρ διαφέρει τὸ καί τοι παρῃτήϲα τό με τοῦ καὶ παρῃτήϲατό με. ὅ τε μέντοι οὐχ ὁ αὐτὸϲ τῷ μέν, τῷ δὲ δέ. ἐφ’ οὗ πάλιν καὶ ὁ γέ πλεονάζει ἐν τῷ μέν τοί γε. — Ἔτι ὁ δή ὡϲ μὲν παρέλκει, παντὶ προῦπτον· ὡϲ δὲ καὶ πολλάκιϲ μετάβαϲιν λόγου ποιεῖται, ϲαφὲϲ ἐκ τῶν τοιούτων
οἱ μὲν δὴ παρ’ ὄχεϲφιν ἐρητύοντο μένοντεϲ (O 3),
καὶ τῶν παραπληϲίων. νοοῦμεν γὰρ λόγου ἔκλειψιν καὶ ἀρχὴν ἑτέρου, ὡϲ εἰ καὶ ἐν περιγραφῇ κατελιμπάνετο ὁμοίωϲ τῷ
ὣϲ οἱ μὲν Τρῶεϲ φυλακὰϲ ἔχον (Ι 1),
ὣϲ ὁ μὲν ἐνθ’ ἠρᾶτο (η 1).
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.