κείνου, ὅπωϲ δὴ δηρὸν ἀποίχεται (δ 109)·
ἀντὶ γὰρ τοῦ ὡϲ.
ὄφρα μὲν ἠὼϲ ἦν (Θ 66)·
ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἕωϲ. καὶ οἶμαί γε, ὡϲ ἐπίρρημα καθεϲτηκὸϲ καὶ ἀνταπόδοϲιν ἐπιδέχεται ἐν τῷ
τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο (Θ 67).
ἕνεκα τούτου καὶ τὸ ἐξ αὐτοῦ μεταφραζόμενον , λέγω δὲ τὸ ἕωϲ. ὡϲ δὲ εἴπομεν , καὶ ϲυνδεϲμικὸν παραλαμβάνεται, ἰϲοδυναμοῦν τῷ ἵνα καὶ τῷ ὅπωϲ, ὅθ’ οὕτωϲ ϲυντάϲϲεται,
ὄφρα πεποίθῃϲ (Α 524. ν 344).
δῆλον γὰρ ὡϲ ἕνεκα τῆϲ ἰϲοδυναμίαϲ τοῦ ἵνα πάλιν τὰ ϲυνόντα ῥήματα ὑποτακτικὰ ἀποτελοῦνται. — Ϲεϲημειώϲθω δὲ ὅτι μόνον τῶν εἰϲ α ληγόντων ἀνταποδοτικῶν ἀνεπέκτατόν ἐϲτιν· ἰδοὺ γὰρ τὸ τηνίκα τηνικαῦτα λέγεται, τόϲα τοϲαῦτα, τοῖα τοιαῦτα. ἴϲωϲ δὲ ὅτι οὐ τὴν αὐτὴν ἔχει ἐξαρίθμηϲιν, εἴγε τῷ μὲν τηνίκα καὶ τοῖϲ ὁμοίοιϲ παράκειται πηνίκα ὁπηνίκα, τῷ δὲ τόφρα οὐκέτι. ἴϲωϲ δὲ καὶ διὰ τὸ ϲυνωνυμοῦν αὐτῷ, τὸ ἕωϲ.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.