ἵνα τ’ ἔτραφεν ἠδ’ ἐγένοντο (κ 417)·
ἔνθ’ ἵνα ἐϲ κακόν ἐϲτιν.
καὶ τοῦτό γε διοίϲει, ὡϲ ϲυνήθωϲ μέν ἐϲτι ϲύνδεϲμοϲ καθεϲτηκώϲ, ποιητικῶϲ δὲ ἐπίρρημα. Ἔχει δὲ καὶ τὰϲ ϲυνδεϲμικὰϲ διαφορὰϲ δύο οὔϲαϲ, μίαν μὲν αἰτιολογικήν, ἑτέραν δὲ ἀποτελεϲτικήν. ἐν γὰρ αἰτίᾳ τοῦ ἀναγνῶναί φαμεν οὕτωϲ, ἵνα ἀναγν ῶ ἐτιμήθην, ἵν α λοιδο ῥήϲω ἐπεπλήχθην· οὐκέτι δὲ τὸ αὐτὸ παρέπεται ἐν τοῖϲ τοιούτοιϲ, δὸϲ ἵνα γρά ψω, ἵνα γρά ψῃϲ, ἵνα γρά ψῃ· Θέων διακινεῖ ἵνα ὑγιάνῃ, φιλοπονεῖ ἵν α ἐνάρετοϲ γένηται. ϲαφὲϲ γὰρ ὅτι εἰϲ ἀποτελεϲτικόν τι παραλαμβάνεται ἐπὶ τῶν τοιούτων ὁ ἵνα.
ἵν’ ἀθανάτοιϲι φαείνοι (γ 2).
οὐκέτι μέντοι, ἐπίρρημα ὄν, τὸ αὐτὸ δηλοῖ· τὸ μὲν γὰρ ἵνα τοπικόν, τὸ δὲ ὅπωϲ ἐν ἀναφορᾷ τοῦ πῶϲ. ὃν γὰρ τρόπον παρὰ τὸ ὅτε γίνεται τὸ πότε καὶ ἔτι ὁπότε, οἷοϲ ποῖοϲ ὁποῖοϲ; ἡνίκα πηνίκα ὁπηνίκα, τὸν αὐτὸν δὴ τρόπον καὶ παρὰ τὸ ὥϲ ἐϲτι τὸ πῶϲ καὶ ὅπωϲ.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.