ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦϲ ἠυκόμοιο (Θ 452),
ἐπεὶ Τροίηϲ ἱερὸν πτολίεθρον ἔπερϲεν (α 2).
ἔϲτι δὲ κἀκ τοῦ βίου τοια ῦτα τεκμήραϲθαι. ὁ δεῖνα ἀγα θ όϲ ἐϲτιν, ὅπου γε φιλεῖ το ὺϲ ἀγ αθούϲ· ἴϲον γὰρ τῷ ἐπεὶ φιλεῖ τοὺϲ ἀγαo θούϲ, ἢ ὅτι φιλεῖ τοὺϲ ἀγαθούϲ· ὅτε ἀ πέδωκε τὴν παραθ ήκην, ὁπότε γε φιλοπονεῖ. — Οὐ μὴν ἐκεῖνό γε ἀληθέϲ, ὡϲ τὰ μὲν μονοϲύλλαβα τῶν ἐπιρρημάτων, ϲυνεμπίπτοντα ϲυνδέϲμοιϲ, παραλλαγὴν ἴϲχει τόνου, τῶν μὴ οὕτωϲ ἐχόντων τὸν αὐτὸν τόνον τηρούντων.
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.