ἢ δολιχὴ νοῦϲοϲ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172)·
ἦν γὰρ ἂν περιϲπώμενοϲ, εἴγε ἡ βαρεῖα ἀποκοπτομένη τὸν αὐτὸν τηρεῖ τόνον ἐν τῷ ὑπολειπομένῳ, δῶμα δῶ. — (καὶ ἕνεκά γε τούτου τὴν νῶι ἀντωνυμίαν, μονοϲύλλαβον εὑριϲκομένην παρ’ Ἀττικοῖϲ ἐν τῷ νώ, οὔ φαμεν ἀποκεκόφθαι. ἢ εἴπερ ἀποκοπή, ὑφ’ ἑτέρου λόγου τὰ τοῦ τόνου μετετέθη· οὗ τὴν ἀπόδειξιν ἐν τῷ περὶ ἀντωνυμιῶν ἐξε θέμην). — ϲαφὲϲ οὖν ὅτι οὔτε ἡ τοῦ προτακτικοῦ φωνὴ ἀπεκόπη τοῦ ἦρα διὰ τὸν τόνον, οὔτε ἡ τοῦ ὑποτακτικοῦ διὰ τὴν ϲύνταξιν. — Τρύφων (p. 36 Velsen) δέ φηϲιν ὡϲ ὁ διαζευκτικὸϲ ἤ παραλαμβάνεται εἰϲ τούϲ διαπορητικοὺϲ κατ’ ἀρχὰϲ λόγουϲ, ὡϲ ἐπὶ τοῦ
ἢ ἤδη ϲάφα οἶδεν (ω 404)·
ἢ δολιχὴ νοῦϲοϲ, ἦ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172).
οὐ πάνυ δὲ ἀναγκαῖον. τί γὰρ τὸ κωλῦόν ἐϲτιν ὁμοφωνεῖν τῷ διαζευκτικῷ τὸν ἤ ϲύνδεϲμον, ὄντα διαπορητικόν, εἴγε καὶ ἐπ’ ἄλλων πλειόνων τὸ αὐτὸ παρέπεται;
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.