ᾔομεν, ὡϲ ἐκέλευεϲ, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυϲϲεῦ·
εὕρομεν ἐν βήϲϲῃϲι τετυγμένα δώμ ατα καλά (κ 251—52)·
λείποντοϲ τοῦ καί. καὶ οὐχὶ παρὰ τὰϲ ἐλλ είψειϲ οὐ ϲύνδεϲμοι. — (ἀλλὰ μὴν οὐδὲ ἄλλη λέξιϲ, εἰ καὶ ἔϲθ’ ὅτε πλεονάϲαιεν, οὐ παρὰ τοῦτο πλέον τι ἀναδ εδεγμέναι εἰϲί, λέγω καθόλου ἐπὶ παϲῶν λέξεων). — τὸν αὐτὸν δὴ τρόπον ἐν φράϲει ἐὰν ἐλλείπῃ ὁ ἆρα, οὐ πάντωϲ οὐ ϲύνδεϲμοϲ. — ἔτι ὁ ἤτοι ὡμολόγηται ὅτι ϲύν δεϲμοϲ διαζευκτιAaovs. κόϲ, καὶ δῆλόν ἐϲτιν ὡϲ μόνοϲ οὐ ποιεῖ διάζευξιν εἰ μὴ παραλάβοι τὸν ἤ. τὸ αὐτὸ οὖν παρακ ολουθήϲει τῷ ἆρα. — Ἀλλ’ οὐδὲν πλέον ϲημαίνει ἐν τῷ ἆρα ἡ μέρα ἐϲτίν. — Ἕνεκα τοῦ τοιούτου οὐδ’ ὁ καί ϲύνδεϲμοϲ οὐδ’ ὁ ὅτι· τὸ γὰρ αὐτὸ ἐπαγγέλλεται τὸ καὶ γράφω καὶ γρ άφ ω. — πολλάκιϲ ἐγκειμένων τινῶν κατά τιναϲ λέξειϲ . παραλαμβάνομεν τοῦ αὐτοῦ δηλουμένου παραϲτα τικὰ μόρια. οἷον ἐν ϲυγκριτικοῖϲ ἔγκειται τὸ μᾶλλον· ἀλλὰ καί φαμεν ταχύτερον μᾶλλον περιπάτει,
ῥηίτεροι γὰρ μᾶλλον (Ω 243)
καὶ οὐ πάντωϲ ἕνεκα τοῦ τοιούτου ἀποβλητέον τὸ μᾶλλον ὡϲ οὐκ ἐπίρρημα. — ἔτι γε μὴν πρὸϲ τὰϲ ἐρωτήϲειϲ ὁτὲ μὲν οὕτωϲ ὑπαντῶμεν· πεποίηκαϲ; ἀποκρινόμενοι τὸ ναί ἢ διὰ τοῦ ὁριϲμοῦ τοῦ ναὶ πεποίηκα. καὶ πάλιν οὐκ ἀπόβλητον τὸ ναί τῶν ἐπιρρημάτων. καὶ ἐπ’ ἄλλων ἀπείρων ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τί οὖν τὸ ἐμπόδιον καὶ τῷ ἆρα ϲυνδέϲμῳ τὸ αὐτὸ παρακολουθῆϲαι;
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.