Ἀβυδόθεν , ἢ παῤ ἐπίρρημα, ὡϲ τὸ κάτωθεν, ἄνωθεν, ἢ παρὰ πρόθεϲιν, πρόϲθεν, ἔνθεν, ὕπερθεν. πρόκειται γὰρ ὡϲ καὶ ἀπ’
ἀντωνυμιῶν. καὶ ἀπ’ ὀνομάτων ἢ ἐπιρρημάτων ἢ τῶν ἔτι παρακειμένων ϲτοιχείου ἀποβολῇ τοῦ κατὰ τὸ τέλοϲ παράγεται, ἀπὸ μὲν ἀντῶνυμιῶν
1 2 ἐμεῦ ἐμέθεν αὐτοῦ αὐτόθεν, καὶ ἀπὸ ὀνομάτων Λέϲβου Λεϲβόθεν, παντόϲ πάντοθεν, καὶ ἐπιρρημάτων τηλοῦ τηλόθεν.
— εἰ μέντοι ἓν εἴη τὸ φωνῆεν τὸ κατὰ τὸ τέλοϲ, οὐ τῇδε ἔχει ὁ λόγοϲ· φυλάϲϲεται γάρ, ὡϲ ἐπὶ τοῦ κάτω κάτωθεν, ἔϲω ἔϲωθεν. ― ἀναγκαίωϲ τὰ παρὰ τὰϲ προθέϲειϲ φυλάϲϲει τὰ τέλη, ὡϲ ἔχει τὸ
πρόϲθεν, ὔπερθεν.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.