ἐϲχημάτιϲται. εἴπερ οὖν μακρ παρεδρεύεται τὸ χαμαῖθεν, ὀρθῶϲ ἀποβολῇ τοῦ θεν ἐποίηϲε τὴν χαμαί φωνήν. ἀλλὰ πρόϲκειται, ὅτι οὐδέποτε δίφθογγοϲ φυλάϲϲεται· διὸ ϲημειούμεθα τὸ ἐκεῖθεν, περὶ ο κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. τὸ οὖν πρὸϲ Ἀττικῶν πάλιν λεγόμενον ἀναλογώτερον
καθέϲτηκεν. ὥϲτε ἕνεκα μὲν τῆϲ μακρότητοϲ ἡ δίφθογγοϲ μένουϲα
ἀναλογωτέρα καθέϲτηκεν, ἕνεκα δὲ τοῦ τὸ δεύτερον φωνῆεν ἀποβάλλεϲθαι, τὸ Ἀττικόν. καὶ μή ποτε ὄντωϲ ἀναλογώτερον καθέϲτηκε. τὰ ἐκ διφθόγγου γινόμενα τὸ ληκτικὸν φωνῆεν βραχὺ καταλιμπάνει,
τηλοῦ τηλόθεν, αὐτοῦ αὐτόθεν, οἴκου οἴκοθεν. ϲαφὲϲ οὐν, ὅτι δεῖ καὶ παρὰ τὸ χαμαί θεν χαμάθεν ἐν βραχεῖ τῷ α. ἀλλ’ ἐκεῖνο ἀληθέϲ ἐϲτιν,
ὡϲ Ἀθηναῖοι ἐκτατικοί εἰϲι τῶν φωνηέντων. καὶ ἔτι ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἀεὶ ἡ ὑποϲτολὴ τοῦ ι, δευτερεύοντοϲ τοῦ φωνήεντοϲ, ἔκταϲιν ποιεῖται τοῦ α. οὕτωϲ ἔχει καὶ τὸ
μακρῷ τῷ α). οὕτωϲ ἔχει καὶ τὸ κλάω παρὰ Ἀττικοῖϲ καὶ τὸ φανῶ καὶ τὸ ῥανῶ, κατά τι παράλογα ὄντα, ὅτι μακρᾷ παρεδρεύεται· ἔχει
δὲ ἀπολογίαν, καθὸ ἡ τοῦ ι ὑποϲτολὴ ἔκταϲιν τῷ α παρέχει. κατὰ τοῦτον ἄρα τὸν τρόπον παρὰ τὸ χαμαί τὸ χαμᾶθεν ἀναγκαίωϲ ἐξέτεινε τὸ α. καὶ περὶ τοῦ τετριμμένου δὲ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται, λέγω τοῦ
χαμόθεν.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.