ἀναδέχονται, ὅϲαϲ δὲ ϲυντάξειϲ ἀναδέχονται αἱ γενικαί, ταύταϲ ἀναδέχονται. ἀδύνατον τοῖϲ τοιούτοιϲ ἐπιρρήμαϲι προϲελθεῖν τινα ἄλλην πρόθεϲιν. οὐ γάρ τιϲ ἐρεῖ ἀπ ὸ Λεϲβόθεν ἢ πρὸϲ Λεϲβόθεν, ἐν γενικῇ δὲ ἀπὸ Λέϲβου πρὸϲ Λέϲβου, καὶ ὅϲαϲ ἄλλαϲ ἐπιδέχονται
προθέϲειϲ αἱ γενικαί. ἀπεδέδεικτο οὖν, ὅτι πολλάκιϲ κατὰ τοῦ αὐτοῦ ϲημαινομένου αἱ παραγωγαὶ λαμβάνονται. καὶ ἦϲαν τῇδε ἀντωνυμίαι παρηγμέναι. καὶ ϲαφὲϲ ἐκ τῶν ϲυνταϲεομένων προθέϲεων,
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.