καὶ ἄλλα κατὰ τὸ ἔθοϲ ὀθνεῖα παρειϲῆλθεν, ὡϲ τὸ Εὔξεινοϲ πόντοϲ Ἰακῶϲ τῷ ῑ πλεονάϲαν ὅ τε ἀπηλιώτηϲ διὰ ψιλοῦ ϲυναλειφθείϲ, ὅπερ ϲυνεχὲϲ παῤ Ἴωϲι· τό τε ξενοδοκεῖον καὶ πανδοκεῖον· ἄλλα μυρία. Ἀλλὰ καὶ τοῦτο εὐδιάϲειϲτον. εἰ γὰρ τὰ παρειϲδύοντα τῶν διαλέκτων 1 οὐκ ἐν τῷ καθόλου, ἅπαξ δέ που (ἰδοὺ γὰρ κακόξενοϲ καὶ φιλόξενοϲ,
ἄξενοϲ, ἓν δέ ἐϲτι τὸ εὔξεινοϲ· καὶ ἄφοδοϲ καὶ ἀφοριϲμόϲ καὶ ἀφορία, ἓν δὲ τὸ ἀπηλιώτηϲ), χρῆ ν ἄρα καὶ τὴν ἀντωνυμίαν ἅπαξ εἰρῆϲθαι, καὶ τὰ ὑπολειπόμενα ἔχειν κατὰ τὴν κοινὴν ἐκφοράν, λέγω δὲ διὰ τοῦ ο. νῦν δὲ οὐδαμῶϲ ἔϲτιν ἐπινοῆϲαι· πολυώνυμοϲ γὰρ καὶ διώνυμοϲ. πῶϲ 2 3 4 δὲ οὐχὶ γελοίωϲ Αίολικὸν εἰρήϲεται τὸ ἱερώνυμοϲ καὶ ἔτι τὸ ὁμώνυμοϲ, δαϲυνόμενα;
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.