τε ἀνήρ ἀντήνωρ· τὸ τε α τῶν οὐδετέρων ο γίνεται, γηροκόμοϲ, κρεοπώληϲ, 1 χρεοφείληϲ. τὰ δύο διὰ τοῦ ῑ, δύο μῆνεϲ δίμηνοϲ, δίπηχυϲ. καὶ τὸ ὄνομα οὖν τὸ μὲν ἄρχον ο ω ποιεῖ, τὸ δὲ παραλῆγον υ· ϲυνώνυμον γὰρ καὶ φερώνυμον, αὐτό τε τὸ ἀντ’ ὀνόματοϲ παραλαμβανόμενον ἀντωνυμία ἂν κληθείη. Τὸ δὲ ἀντωνομαϲία, πρὸϲ τῷ
καὶ τρόπου ὄνομα δηλοῦν , καὶ τὸ ὀνομάϲαι ἔχει ἐγκείμενον , καθὸ καὶ τῷ χειμάϲαι τὸ χειμαϲία παράκειται · ὅπερ οὐκ ἐπιζητεῖ τὸ ϲημαινόμενον.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.