γενικόν· ὥϲπερ ἀμφιβολία καὶ ἀμφίβολον, ϲυνωνυμία καὶ ϲυνώνυμον, 1 διωνυμία καὶ διώνυμον, ὁμωνυμία καὶ ὁμώνυμον. τὸ γὰρ οὐκερῶ ἀμφίβολον· τό τε Αἴαϲ, ἐπὶ τοῦ Αοκροῦ παραλαμβανόμενον καὶ τοῦ Τελαμωνίου, ὁμώνυμον. Ἀλλ᾿ ἴϲωϲ φήϲει τιϲ παράλογον τὸ λέγειν ἀντωνυμίαν τὸ ἐγώ δέον γὰρ ἀντώνυμον. Ἦν δ᾿ ἂν παράλογον,
εί μὴ τοῖϲ γενικοῖϲ πολλάκιϲ ϲυνεχρώμεθα ἀντὶ τῶν ἰδικῶν, τὸ ζῷον 2 τιθέντεϲ ἐπ᾿ ἀνθρώπου, καὶ ἐπὶ τοῦ φοίνικοϲ τὸ φυτόν. τοιοῦτον οὖν καὶ τὸ προκείμενον.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.