ἀϲυνθεϲίαϲ, καὶ νῦν δὲ διὰ βραχέοϲ ῥηθήϲεται. τὰ ὀνόματα δείξεώϲ ἐϲτιν ἀπαρέμφατα, αἱ δὲ ἀντωνυμίαι δείξεώϲ εἰϲι παραϲτατικαί, ἀλλὰ μὴν καὶ προϲώπων τε ὡριϲμένων, ἀπολύτων τε καὶ διαϲταλτικῶν. τά τε ϲυντιθέμενα τῶν λέξεων τὸ ἴδιον ϲημαινόμενον φυλάϲϲει, ἐάνπερ μὴ 1 ϲυμβολικῶϲ λαμβάνηται. καθάπερ τὰ κύρια. ὀρθῶϲ ἄρα τὴν ϲύνθεϲιν
τῶν ἀντωνυμιῶν τὰ ὀνόματα παρητήϲατο. — Ἐπεὶ κἀκ τῶν προκειμένων τὰ ὀνόματα μετελαμβάνετο, (τὸ παντοδαπόϲ ἴϲον τῷ παντοῖοϲ, καὶ οὐδαμοῦ τὸ ἔδαφοϲ,) δῆλον ὡϲ καὶ τὰ προκείμενα ἀϲύνθετα. — Ἐλλειπῆ ὄντα τὰ πύϲματα τοῦ ἐφ᾿ ὃ ποθεῖ, ἀϲύνθετα καθέϲτηκεν· αἱ δὲ ϲυνθέϲειϲ αὐτοτελεῖϲ θέλουϲιν εἶναι. πῶϲ οὖν τὸ ποδαπόϲ ϲύνθετον — 2
Παράγονται αἱ ἀντωνυμίαι. ἰδοὺ γὰρ νωίτεροϲ καὶ ἡμέτεροϲ. ἀκωλύτωϲ ἄρα καὶ ταῦτα παρήχθη. ὁμοίωϲ τῷ τηλεδαπόϲ καὶ παντοδαπόϲ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.