εἰ παρὰ τὸ ἔδαφοϲ· εἰ δὲ παρὰ τὸ δάπεδον, ὁμοίωϲ τῷ εὔτεκνοϲ, εὔμετροϲ, ε ὐπρόϲωποϲ. — ἀλλ᾿ εἰ καὶ τὰ τοῦ τόνου παραπεμπτέα, εἴγε καὶ τὰ παρὰ τὸ ἔργον ϲυντιθέμενα ὀξύνεται, 1 μουϲουργόϲ, ἐλεφαντουργόϲ, ὑπουργόϲ, τὰ τοῦ γένουϲ ἀντέκειτο· κοινὰ γὰρ ἔδει εἶναι ὁμοίωϲ τοῖϲ ϲυνθέτοιϲ. — πρὸϲ οἷϲ καὶ τὰ
2 3 4 τῆϲ γραφῆϲ ἀντέκειτο· ἐχρῆν γὰρ ἢ ἡμεδαπεδόϲ διὰ τοῦ πεδ ἢ ἡμεδαφόϲ διὰ τοῦ φ. πρὸϲ τούτοιϲ εἰϲ ἄπορον περιίϲταται τὸ ϲχῆμα τῆϲ λέξεωϲ· οὔτε γὰρ ὄνομα, ἐπεὶ πῶϲ πρώτου προϲώπου καὶ δευτέρου δεικτικόν, ὅπερ ἐν ὀνόματι οὐ παρακολουθεῖ; οὔτε ἀντωνυμία, ἐπεὶ τὰ
τέλη τῶν ϲχημάτων ἐπικρατεῖ, ὄνομα δὲ τὸ τέλοϲ, ὄνομα ἄρα τὸ ἡμεδαπόϲ. ἔτι οὐδεμία ἀντωνυμία μετ᾿ ἄλλου μέρουϲ λόγου ϲυντίθεται ἢ 5 μόνη ἡ αὐτόϲ πληθυντικὴ δὲ οὐδεμία καθόλου· πῶϲ οὖν ϲύνθετον τὸ ἡμεδαπόϲ;
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.