λαβόν τινεϲ αὐτὴν κοινὴν τῶν τριῶν προϲώπων καθεϲτάναι. Πρὸϲ 1 τοῦτο φαίημεν, ὅτι πρώτου καὶ δευτέρου νοεῖται διὰ τὰϲ ϲυντάξειϲ τῶν ἀντωνυμιῶν ἢ ῥημάτων, αὐτὸϲ ἔδωκα, αὐτ τὸϲ ἰδέ αὐτὴ μέντοι κατ᾿ ἰδίαν τρίτου ἐϲτί· καὶ δῆλον ἐκ τῶν ἀπαρεμφάτων, ἄπερ ἀντωνυμίᾳ ϲυνταϲϲόμενα παρεμφατικὰ γίνεται προϲώπου· τὸ γὰρ ἐμὲ γράφειν
πρώτου καὶ τὸ ϲὲ γράφειν δευτέρου. ἐν ᾧ οὖν αὐτόν φαμεν γράφειν καὶ τρίτου νοεῖται, ὁμόλογον ὅτι τὸ αὐτόϲ τρίτου προϲώπου. — τὸ δὲ μεῖζον· αἱ κατὰ τὸ τρίτον εἰϲ αὐτὴν μεταλαμβάνονται, 2 ὅπερ οὐκ ἐνδεχόμενον, εἰ μὴ καὶ αὐτὴ τρίτου προϲώπου καθειϲτήκει.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.