ἰϲοδυναμεῖ τῷ μόνοϲ,
1 2 3 Ἐπίχαρμοϲ, αὐτότεροϲ αὐτῶν (fr. 2 Ahrens). — ὀξύνεταί τε ὁμοίωϲ 4 τῷ καυτόϲ, τῶν ἄλλων βαρυτονουμένων. Πάνυ δ᾿ εὐήθη τὰ προκείμενα. οὐ γὰρ τὰ ἀντί τινων μερῶν λόγου παραλαμβανόμενα ταὐτά ἐϲτιν ἐκείνοιϲ. τὸ Ἴλιον εἴϲυ (A 71) ἀντὶ τοῦ εἰϲ Ἴλιον, καὶ τὰ
ἐπιρρήματα οὐ ταὐτὰ ταῖϲ προθέϲεϲι. τὸ βριθομένη (Θ 307) μετοχικὸν ἀντὶ τοῦ βρίθεται, καὶ οὐ πάντωϲ ῥῆμα καὶ μετοχὴ ταὐτόν. ἄλλα μυρία. διὰ τί ἄρθρου ἐϲτὶ δεκτική, εἴρηται. ἄλλωϲ τε τοῖϲ μὲν ὀνόμαϲι τὸ ἄρθρον προϲελθὸν μιᾶϲ ἀναπολήϲεώϲ ἐϲτι. παραϲτατικόν, 5 ὁ ἄνθρωποϲ ἦλθεν, ὁ καὶ πάλαι γινωϲκόμενοϲ· ἐν δὲ τῷ ὁ αὐτόϲ
πλείονεϲ αἱ ἀναφοραί. ἕνεκα γελοίου ἡ κωμῳδία ϲχήματά τινα ἔπλαϲεν, ὥϲτε οὐ κριτήριον τῆϲ λέξεωϲ τὸ αὐτότεροϲ, ἐπεὶ καὶ Δαναὠτατοϲ ὑπερτίθεται παρὰ Ἀριϲτοφάνει, τῶν κυρίων οὐ ϲυγκρινομένων. — εἰ δὲ καθὸ ὀξύνεται, ὄνομα, καὶ τὸ ἐκεῖνοϲ ὅμοιον τῷ Φιλῖνοϲ καὶ τὸ οὑτοϲ τῷ κοῦφοϲ, καὶ οὐ πάντωϲ ὀνόματα.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.