ι γένηται, ἐπεὶ φωνήεντοϲ ἐπιφερομένου τὸ τοιοῦτον παρακολουθεῖ. ἀλλὰ μὴν καὶ ἐδαϲύνθη, ἐπεὶ δαϲύνεται τὰ φωνήεντα ἐν ταῖϲ ἀντωνυμίαιϲ, ὅτε πρὸ φωνηέντων τίθενται, ἑόϲ, ἑοῦ, ἑαυτῷ, ἑαυτόν, ἑοῖ. ὡϲ δὲ ἔνιοι, ὡν ἐϲτὶ καὶ ὁ Ἄβρων, θέμα ἐϲτίν, ὃ ϲυζύγωϲ οἱ αὐτοί φαϲι τῇ μὲν ἐγών τὴν ἱών, τῇ δὲ ἐγώνη τὴν ἱώνει, εἴγε τὸ
παρὰ Δωριεῦϲιν η εἰϲ ει μεταβάλλεται, τῇ δ’ ἐγώνγα τὴν ἰώνγα. Κόριννα ·
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.