Ahrens). καὶ ὁ ποιητὴϲ δὲ ϲυνεχῶϲ διὰ τοῦ ν , ὅτε φωνῆεν ἐπιφέροιτο, ϲαφὲϲ ὅτι τὸ χαϲμῶδεϲ τῶν φωνηέντων ἀναπληρῶν τῇ τοῦ ν προϲθέϲει. 1 κοινῇ δὲ προφορᾷ χρῆται ἐν τῷ
ν, ἐμέθεν ϲέθεν, ἐμίν τίν, ἡμῶν καὶ ὑμῶν». Πρῶτον διάλληλα τὰ τῆϲ ἐπιχειρήϲεωϲ. τί γὰρ ⟨οὐ⟩ μᾶλλον ἡ τύ ὠλιγώρηται, ὅτι εἰϲ ν οὐ λήγει, ἢ ἡ ἐγών, ὅτι εἰϲ ν λήγει δεύτερον αἱ μακροκατάληκτοι λέξειϲ οὐ πλεονάζουϲι τῷ ν ἀδιαφόρωϲ· τὸ γὰρ τοιοῦτον ἐν τῷ ἔλεγεν ἢ ἔλεγε καὶ λέγουϲιν, ἅπερ ἐν βραχυκαταλήκτοιϲ.—τρίτον ἐν
ὁμοιοκαταλήκτοιϲ ἡ μονὴ τοῦ ν γίνεται, ἐμέθεν ἢ ϲέθεν, ἐμίν τίν, τὸ 3 δὲ ἐγών εἰϲ ων λήγει, τοῦ δευτέρου διὰ τοῦ υ ἐκφερομένου. ἔπειτα παρὰ Βοιωτοῖϲ τὸ λεῖπον ἀνεπληρώθη· ἰδοὺ γὰρ τούν.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.