ἡ ἐκεῖνοϲ οὐκ ἔχει κλητικήν, διότι ἐν ἀποϲτήματί ἐϲτι, τῆϲ κλητικῆϲ 1 κλῆϲιν ἐπαγγελλομένηϲ τοῦ πέλαϲ, οὕτωϲ οὐδὲ ἡ ϲύ εὐθείαϲ. ἐπεὶ τὰ ἐναντία ἀνεδέξατο. —αἱ κλητικαὶ δευτέροιϲ προϲώποιϲ ϲυντάϲϲονται, Ἔκτορ ἦλθεϲ, Ϲώκρατεϲ διελέξω· τοιοῦτον οὖν καὶ τὸ ϲ ὺ λέγε καὶ ϲ ὺ ϲκά πτε. — οὐκ ἐπεὶ δὲ εὐθείᾳ ϲυντάϲϲεται ἐν τῷ ϲὺ ὁ λέ.
γων, πάντωϲ καὶ εὐθείαϲ· ἰδοὺ γὰρ καὶ ἐπὶ ὀνομάτων, Ἀρίϲταρχε αὐτὸϲ γέγραφαϲ. — οὐ πάϲηϲ πτώϲεωϲ εὐθεῖα, τοῦ ἀλλήλουϲ, τοῦ 2 3 ἐμαυτοῦ, ὥϲτε καὶ τῆϲ ϲύ οὔϲηϲ κλητικῆϲ οὐ πάντωϲ εὐθεῖα ἐπιζητηθήϲεται.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.