Σολοικιστής
Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.
Λυκῖνος
Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;
Σολοικιστής
Τίνας τρεῖς;
Λυκῖνος
Ὅλους ἀρτιγενείους.
Σολοικιστής
Ἐγὼ μέν σε παίζειν δοκῶ.
Λυκῖνος
Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς
v.2.p.555
λόγοις.
Σολοικιστής
Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;
Λυκῖνος
Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ᾽ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.
Σολοικιστής
Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.
Λυκῖνος
Ἀλλ’ οὐδὲ νῦν ἔγνως.
Σολοικιστής
Πότε νῦν;
Λυκῖνος
Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.
Σολοικιστής
Οὐκ οἶδα ὅ τι λέγεις.
Λυκῖνος
Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. καὶ προϊθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.
Soleocista. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.