Λυκῖνος
Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;
Σολοικιστής
Ἐμοὶ μὲν δοκεῖ.
v.2.p.553
Λυκῖνος
Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα;
Σολοικιστής
Ἀληθῆ λὲγεις.
Λυκῖνος
Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ;
Σολοικιστής
Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.
Λυκῖνος
Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;
Σολοικιστής
Παντάπασί γε.
Λυκῖνος
Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ.
Σολοικιστής
Οὐκοῦν εἰπέ.
Λυκῖνος
Ἀλλ’ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως.
Σολοικιστής
Παίζεις ἔχων;
Λυκῖνος
Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι
v.2.p.554
δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μέν οἶσθ̓, ἃ δ’ οὐκ οἶσθα.
Σολοικιστής
Εἰπὲ μόνον.
Λυκῖνος
Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ’ οὐκ ἔγνως.
Σολοικιστής
Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;
Λυκῖνος
Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ’ οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.
Soleocista. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.