Σολοικιστής
Ἀλλ’ ἐγὼ βούλομαι· σὺ δ’ οὐδὲν εἶπας ὧν ἄνθρωποι σολοικίζοντες λέγουσι.
Λυκῖνος
Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα.
Σολοικιστής
Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.
Λυκῖνος
Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα
v.2.p.557
παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ· εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες.
Σολοικιστής
Οὐ λήσουσι.
Λυκῖνος
Καὶ μὴν ἔλαθόν γε.
Σολοικιστής
Θαυμαστὰ λέγεις.
v.2.p.558
Λυκῖνος
Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε μηδ’ αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι· οὐ γὰρ πρός2εστιν αὐτῷ τὸ τίνα.
Soleocista. Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.