ΔΩΡΙΩΝ ΚΑΙ ΜΥΡΤΑΛΗ
ΔΩΡΙΩΝ
Νῦν με ἀποκλείεις, ὦ Μυρτάλη, νῦν, ὅτε πένης ἐγενόμην διὰ σέ, ὅτε δέ σοι τοσαῦτα ἐκόμιζον, ἐρώμενος, ἀνήρ, δεσπότης, πάντ' ἦν ἐγώ. ἐπεὶ δ’ ἐγὼ μὲν αὖος ἤδη ἀκριβῶς, σὺ δὲ τὸν Βιθυνὸν ἔμπορον εὕρηκας ἐραστήν, ἀποκλείομαι μὲν ἐγὼ καὶ πρὸ τῶν θυρῶν ἕστηκα δακρύων, ὁ δὲ τῶν νυκτῶν φιλεῖται καὶ μόνος ἔνδον ἐστὶ καὶ παννυχίζεται, καὶ κυεῖν φῂς ἀπ' αὐτοῦ.
ΜΥΡΤΑΛΗ
Ταῦτά με ἀποπνίγει, Δωρίων, μάλιστα ὁπόταν λέγῃς ὡς πολλὰ ἔδωκας καὶ πένης γεγένησαι δι’ ἐμέ. λόγισαι γοῦν ἅπαντα ἐξ ἀρχῆς ὁπόσα μοι ἐκόμισας.
ΔΩΡΙΩΝ
Εὖ γε, ὦ Μυρτάλη, λογισώμεθα. ὑποδήματα ἐκ Σικυῶνος τὸ πρῶτον δύο δραχμῶν· τίθει δύο δραχμάς.
ΜΥΡΤΑΛΗ
Ἀλλ' ἐκοιμήθης νύκτας δύο.
320
ΔΩΡΙΩΝ
Καὶ ὁπότε ἧκον ἐκ Συρίας, ἀλάβαστρον μύρου ἐκ Φοινίκης, δύο καὶ τοῦτο δραχμῶν νὴ τὸν Ποσειδῶ.
ΜΥΡΤΑΛΗ
Ἐγὼ δέ σοι ἐκπλέοντι τὸ μικρὸν ἐκεῖνο χιτώνιον τὸ μέχρι τῶν μηρῶν, ὡς ἔχοις ἐρέττων, Ἐπιούρου τοῦ πρωρέως ἐκλαθομένου αὐτὸ παρ' ἡμῖν, ὁπότε ἐκάθευδε παρ' ἐμοί.
ΔΩΡΙΩΝ
Ἀπέλαβεν αὐτὸ γνωρίσας ὁ Ἐπίουρος πρῴην ἐν Σάμῳ μετὰ πολλῆς γε, ὦ θεοί, τῆς μάχης. κρόμμυα
1
δὲ ἐκ Κύπρου καὶ σαπέρδας πέντε καὶ πέρκας τέτταρας, ὁπότε κατεπλεύσαμεν ἐκ Βοσπόρου, ἐκόμισά σοι. τί οὖν; καὶ ἄρτους ὀκτὼ ναυτικοὺς ἐν γυργάθῳ ξηροὺς καὶ ἰσχάδων βῖκον ἐκ Καρίας καὶ ὕστερον ἐκ Πατάρων σανδάλια ἐπίχρυσα, ὦ ἀχάριστε· καὶ τυρόν ποτε μέμνημαι τὸν μέγαν ἐκ Γυθίου.
ΜΥΡΤΑΛΗ
Πέντε ἴσως δραχμῶν, ὦ Δωρίων, πάντα ταῦτα.
ΔΩΡΙΩΝ
Ὦ Μυρτάλη, ὅσα ναύτης ἄνθρωπος ἐδυνάμην μισθοῦ ἐπιπλέων. νῦν γὰρ ἤδη τοίχου ἄρχω τοῦ δεξιοῦ καὶ σὺ ἡμῶν ὑπερορᾷς, πρῴην δὲ ὁπότε τὰ Ἀφροδίσια ἦν, οὐχὶ δραχμὴν ἔθηκα πρὸ τοῖν ποδοῖν τῆς Ἀφροδίτης σοῦ ἕνεκεν ἀργυρᾶν; καὶ πάλιν τῇ μητρὶ εἰς ὑποδήματα δύο δραχμὰς καὶ Λυδῇ ταύτῃ πολλάκις εἰς τὴν χεῖρα νῦν μὲν δύο, νῦν δὲ τέτταρας ὀβολούς. ταῦτα πάντα συντεθέντα οὐσία ναύτου ἀνδρὸς ἦν.
321
ΜΥΡΤΑΛΗ
Τὰ κρόμμυα καὶ οἱ σαπέρδαι, ὦ Δωρίων;
ΔΩΡΙΩΝ
Ναί· οὐ γὰρ εἶχον πλείω κομίζειν· οὐ γὰρ ἂν ἤρεττον, εἴ γε πλουτῶν ἐτύγχανον. τῇ μητρὶ δὲ οὐδὲ κεφαλίδα μίαν σκορόδου ἐκόμισα πώποτε. ἡδέως δ’ ἂν ἔμαθον ἅτινά σοι παρὰ Βιθυνοῦ τὰ δῶρα.
ΜΥΡΤΑΛΗ
Τουτὶ πρῶτον ὁρᾷς
2
τὸ χιτώνιον; ἐκεῖνος ἐπρίατο, καὶ τὸν ὅρμον τὸν παχύτερον.
ΔΩΡΙΩΝ
Ἐκεῖνος; ᾔδειν γάρ σε πάλαι ἔχουσαν.
ΜΥΡΤΑΛΗ
Ἀλλ' ὃν ᾔδεις,
3
πολὺ λεπτότερος ἦν καὶ σμαράγδους οὐκ εἶχε. καὶ ἐλλόβια ταυτὶ καὶ δάπιδα, καὶ πρῴην δύο μνᾶς, καὶ τὸ ἐνοίκιον κατέβαλεν ὑπὲρ ἡμῶν, οὐ σάνδαλα Παταρικὰ καὶ τυρὸν Γυθιακὸν καὶ φληνάφους.
ΔΩΡΙΩΝ
Ἀλλὰ ἐκεῖνο οὐ λέγεις, οἵῳ ὄντι συγκαθεύδεις αὐτῷ; ἔτη μὲν ὑπὲρ τὰ πεντήκοντα πάντως, ἀναφαλαντίας καὶ τὴν χρόαν οἷος κάραβος. οὐδὲ τοὺς ὀδόντας αὐτοῦ ὁρᾷς; αἱ μὲν γὰρ χάριτες, ὦ Διοσκόρω, πολλαί, καί μάλιστα ὁπόταν ᾄδῃ καὶ ἁβρὸς εἶναι θέλῃ, ὄνος αὐτολυρίζων,
4
φασίν. ἀλλὰ ὄναιο αὐτοῦ ἀξία γε οὖσα καὶ γένοιτο ὑμῖν παιδίον ὅμοιον τῷ πατρί, ἐγὼ δὲ καὶ αὐτὸς εὑρήσω Δελφίδα ἢ Κυμβάλιόν τινα τῶν κατ' ἐμὲ ἢ τὴν γείτονα ὑμῶν τὴν αὐλητρίδα ἢ πάντως τινά.
322
δάπιδας δὲ καὶ ὅρμους καὶ διμναῖα μισθώματα οὐ πάντες ἔχομεν.
ΜΥΡΤΑΛΗ
Ὦ μακαρία ἐκείνη, ἥτις ἐραστὴν σέ, ὦ Δωρίων, ἕξει· κρόμμυα γὰρ αὐτῇ οἴσεις ἐκ Κύπρου καὶ τυρόν, ὅταν ἐκ Γυθίου καταπλέῃς.
Dialogi meretricii. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.