ΛΕΟΝΤΙΧΟΣ ΚΑΙ ΧΗΝΙΔΑΣ ΚΑΙ ΥΜΝΙΣ
ΛΕΟΝΤΙΧΟΣ
Ἐν δὲ τῇ πρὸς τοὺς Γαλάτας μάχῃ εἰπέ, ὦ Χηνίδα, ὅπως μὲν προεξήλασα τῶν ἄλλων ἱππέων ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅπως δὲ οἱ Γαλάται καίτοι ἄλκιμοι ὄντες ἔτρεσάν
μ'
1
εὐθὺς ὡς εἶδον καὶ οὐθεὶς ἔτι ὑπέστη. τότε τοίνυν ἐγὼ τὴν μὲν λόγχην ἀκοντίσας διέπειρα τὸν ἵππαρχον αὐτὸν καὶ τὸν ἵππον, ἐπὶ δὲ τὸ συνεστηκὸς ἔτι αὐτῶν—ἦσαν γάρ τινες οἳ ἔμενον διαλύσαντες μὲν τὴν φάλαγγα, ἐς πλαίσιον δὲ συναγαγόντες αὑτούς—ἐπὶ τούτους ἐγὼ σπασάμενος τὴν σπάθην ἅπαντι τῷ θυμῷ ἐπελάσας ἀνατρέπω μὲν ὅσον ἑπτὰ τοὺς προεστῶτας αὐτῶν τῇ ἐμβολῇ τοῦ ἵππου· τῷ ξίφει δὲ
316
κατενεγκὼν διέτεμον τῶν λοχαγῶν ἑνὸς ἐς δύο τὴν κεφαλὴν αὐτῷ κράνει. ὑμεῖς δέ, ὦ Χηνίδα, μετ' ὀλίγον ἐπέστητε ἤδη φευγόντων.
ΧΗΝΙΔΑΣ
Ὅτε γάρ, ὦ Λεόντιχε, περὶ Παφλαγονίαν ἐμονομάχησας τῷ σατράπῃ, οὐ
2
μεγάλα ἐπεδείξω καὶ τότε;
ΛΕΟΝΤΙΧΟΣ
Καλῶς ὑπέμνησας οὐκ ἀγεννοῦς οὐδ’ ἐκείνης τῆς πράξεως· ὁ γὰρ σατράπης μέγιστος ὤν, ὁπλομάχων ἄριστος δοκῶν εἶναι, καταφρονήσας τοῦ Ἑλληνικοῦ, προπηδήσας ἐς τὸ μέσον προὐκαλεῖτο εἴ τις ἐθέλοι αὐτῷ μονομαχῆσαι. οἱ μὲν οὖν ἄλλοι κατεπεπλήγεσαν οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καὶ ὁ ἡγεμὼν αὐτὸς καίτοι οὐκ ἀγεννὴς ἄνθρωπος ὤν· Ἀρίσταιχμος γὰρ ἡμῶν
3
ἡγεῖτο Αἰτωλὸς ἀκοντιστὴς ἄριστος, ἐγὼ δὲ ἐχιλιάρχουν ἔτι. τολμήσας δ’ ὅμως καὶ τοὺς ἑταίρους ἐπιλαμβανομένους ἀποσεισάμενος, ἐδεδοίκεσαν γὰρ ὑπὲρ ἐμοῦ ὁρῶντες ἀποστίλβοντα μὲν τὸν βάρβαρον ἐπιχρύσοις τοῖς ὅπλοις, μέγαν δὲ καὶ φοβερὸν ὄντα τὸν λόφον, κραδαίνοντα τὴν λόγχην—
ΧΗΝΙΔΑΣ
Κἀγὼ ἔδεισα τότε, ὦ Λεόντιχε, καὶ οἶσθα ὡς εἰχόμην σου δεόμενος μὴ προκινδυνεύειν· ἀβίωτα γὰρ ἦν μοι σοῦ ἀποθανόντος.
ΛΕΟΝΤΙΧΟΣ
Ἀλλ' ἐγὼ τολμήσας παρῆλθον ἐς τὸ μέσον οὐ χεῖρον τοῦ Παφλαγόνος ὡπλισμένος, ἀλλὰ πάγχρυσος καὶ αὐτός, ὥστε βοὴ εὐθὺς ἐγένετο καὶ παρ' ἡμῶν καὶ παρὰ τῶν βαρβάρων· ἐγνώρισαν γάρ με κἀκεῖνοι ἰδόντες ἀπὸ τῆς πέλτης μάλιστα καὶ τῶν φαλάρων καὶ τοῦ λόφου. εἰπέ, ὦ Χηνίδα, τίνι με τότε πάντες εἴκαζον;
ΧΗΝΙΔΑΣ
Τίνι δὲ ἄλλῳ ἢ Ἀχιλλεῖ νὴ Δία τῷ Θέτιδος καὶ Πηλέως;
317
οὕτως ἔπρεπέ μέν σοι ἡ κόρυς, ἡ φοινικὶς δὲ ἐπήνθει καὶ ἡ πέλτη ἐμάρμαιρεν.
ΛΕΟΝΤΙΧΟΣ
Ἐπεὶ δὲ συνέστημεν, ὁ βάρβαρος πρότερος
4
τιτρώσκει με ὀλίγον ὅσον ἐπιψαῦσαι
5
τῷ δόρατι μικρὸν ὑπὲρ τὸ γόνυ, ἐγὼ δὲ διελάσας τὴν ἀσπίδα τῇ σαρίσῃ παίω διαμπὰξ ἐς τὸ στέρνον, εἶτ' ἐπιδραμὼν ἀπεδειροτόμησα τῇ σπάθῃ ῥᾳδίως καὶ τὰ ὅπλα ἔχων ἐπανῆλθον ἅμα καὶ τὴν κεφαλὴν ἐπὶ τῆς σαρίσης πεπηγυῖαν κομίζων λελουμένος τῷ φόνῳ.
ΥΜΝΙΣ
Ἄπαγε, ὦ Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσβλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη. ἔγωγ' οὖν ἄπειμι.
ΛΕΟΝΤΙΧΟΣ
Διπλάσιον ἀπόλαβε τὸ μίσθωμα.
ΥΜΝΙΣ
Οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν.
ΛΕΟΝΤΙΧΟΣ
Μὴ δέδιθι, ὦ Ὑμνί· ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω.
ΥΜΝΙΣ
Ἀλλ' ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ. εἶτ' ἐγὼ τοιοῦτον ἄνδρα περιβάλω
6
καὶ φιλήσω; μή, ὦ Χάριτες, γένοιτο· οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου.
ΛΕΟΝΤΙΧΟΣ
Καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν.
ΥΜΝΙΣ
Ἀκούουσα μόνον, ὦ Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχαγοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου. τί οἴει, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ ἐθεασάμην
7
καὶ κειμένους τοὺς νεκρούς;
318
ἐκθανεῖν δή
8
μοι δοκῶ· οὐδ’ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον.
ΛΕΟΝΤΙΧΟΣ
Οὕτως ἀγεννής, ὦ Ὑμνί, καὶ μικρόψυχος εἶ; ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν.
ΥΜΝΙΣ
Ἀλλὰ τέρπε τοῖς διηγήμασι τούτοις εἴ τινας Λημνιάδας ἢ Δαναΐδας εὕροις· ἐγὼ δ’ ἀποτρέχω παρὰ τὴν μητέρα, ἕως ἔτι ἡμέρα ἐστίν. ἕπου καὶ σύ, ὦ Γραμμί· σὺ δὲ ἔρρωσο, χιλιάρχων ἄριστε καὶ φονεῦ ὁπόσων ἂν ἐθέλῃς.
ΛΕΟΝΤΙΧΟΣ
Μεῖνον, ὦ Ὑμνί, μεῖνον—ἀπελήλυθε.
ΧΗΝΙΔΑΣ
Σὺ γάρ, ὦ Λεόντιχε, ἀφελῆ παιδίσκην κατεφόβησας ἐπισείων λόφους καὶ ἀπιθάνους ἀριστείας διεξιών· ἐγὼ δὲ ἑώρων εὐθὺς ὅπως χλωρὰ ἐγένετο ἔτι σου τὰ κατὰ τὸν λοχαγὸν ἐκεῖνα διηγουμένου καὶ συνέστειλε τὸ πρόσωπον καὶ ὑπέφριξεν, ἐπεὶ διακόψαι τὴν κεφαλὴν ἔφης.
ΛΕΟΝΤΙΧΟΣ
Ὤιμην ἐρασμιώτερος αὐτῇ φανεῖσθαι. ἀλλὰ καὶ σύ με προσαπολώλεκας, ὦ Χηνίδα, τὸ μονομάχιον ὑποβαλών.
ΧΗΝΙΔΑΣ
Οὐκ ἔδει γὰρ συνεπιψεύδεσθαί σοι ὁρῶντα τὴν αἰτίαν τῆς ἀλαζονείας; σὺ δὲ πολὺ φοβερώτερον
9
αὐτὸ ἐποίησας. ἔστω γάρ, ἀπέτεμες τοῦ κακοδαίμονος Παφλαγόνος τὴν κεφαλήν, τί καὶ κατέπηξας αὐτὴν ἐπὶ τῆς σαρίσης, ὥστε σου καταρρεῖν τὸ αἷμα;
ΛΕΟΝΤΙΧΟΣ
Τοῦτο μιαρὸν ὡς ἀληθῶς, ὦ Χηνίδα, ἐπεὶ τά γε ἄλλα οὐ κακῶς συνεπέπλαστο. ἄπιθι δ’ οὖν καὶ πεῖσον αὐτὴν συγκαθευδήσουσαν.
ΧΗΝΙΔΑΣ
Λέγω οὖν ὡς ἐψεύσω ἅπαντα γενναῖος αὐτῇ δόξαι βουλόμενος;
319
ΛΕΟΝΤΙΧΟΣ
Αἰσχρόν, ὦ Χηνίδα.
ΧΗΝΙΔΑΣ
Καὶ μὴν οὐκ ἄλλως ἀφίκοιτο. ἑλοῦ τοίνυν θάτερον ἢ μισεῖσθαι ἀριστεὺς εἶναι δοκῶν ἢ καθεύδειν μετὰ Ὑμνίδος ἐψεῦσθαι ὁμολογῶν.
ΛΕΟΝΤΙΧΟΣ
Χαλεπὰ μὲν ἄμφω· αἱροῦμαι δ’ ὅμως τὴν Ὑμνίδα. ἄπιθι οὖν καὶ λέγε, ὦ Χηνίδα, ἐψεῦσθαι μέν, μὴ πάντα δέ.
Dialogi meretricii. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.