ΚΟΧΛΙΣ 1 ΚΑΙ ΠΑΡΘΕΝΙΣ
ΚΟΧΛΙΣ
Τί δακρύεις, ὦ Παρθενί, ἢ πόθεν κατεαγότας τοὺς αὐλοὺς φέρεις;
ΠΑΡΘΕΝΙΣ
Ὁ στρατιώτης ὁ Αἰτωλὸς ὁ μέγας
2
ὁ Κροκάλης ἐρῶν ἐρράπισέ με αὐλοῦσαν εὑρὼν παρὰ τῇ Κροκάλῃ ὑπὸ τοῦ ἀντεραστοῦ αὐτοῦ Γόργου μεμισθωμένην καὶ τούς τε αὐλούς μου συνέτριψε καὶ τὴν τράπεζαν μεταξὺ δειπνούντων ἀνέτρεψε καὶ τὸν κρατῆρα ἐξέχεεν ἐπεισπαίσας
3
. τὸν μὲν γὰρ ἀγροῖκον ἐκεῖνον τὸν Γόργον ἀπὸ τοῦ συμποσίου κατασπάσας τῶν τριχῶν ἔπαιον περιστάντες αὐτός τε ὁ στρατιώτης—Δεινόμαχος, οἶμαι, καλεῖται—καὶ ὁ συστρατιώτης αὐτοῦ· ὥστε οὐκ οἶδα εἰ βιώσεται ὁ ἄνθρωπος, ὦ Κοχλί· αἷμά τε γὰρ
323
ἐρρύη πολὺ ἀπὸ τῶν ῥινῶν καὶ τὸ πρόσωπον ὅλον ἐξῴδηκεν αὐτοῦ καὶ πελιδνόν ἐστιν.
ΚΟΧΛΙΣ
Ἐμάνη ὁ ἄνθρωπος ἢ μέθη τις ἦν καὶ παροινία τὸ πρᾶγμα;
ΠΑΡΘΕΝΙΣ
Ζηλοτυπία τις, ὦ Κοχλί, καὶ ἔρως ἔκτοπος· ἡ Κροκάλη δὲ, οἶμαι, δύο τάλαντα αἰτήσασα, εἰ βούλεται μόνος ἔχειν αὐτήν, ἐπεὶ μὴ ἐδίδου ὁ Δεινόμαχος, ἐκεῖνον μὲν ἀπέκλεισεν ἥκοντα προσαράξασά γε αὐτῷ τὰς θύρας, ὡς ἐλέγετο, τὸν Γόργον δὲ Οἰνοέα τινὰ γεωργὸν εὔπορον ἐκ πολλοῦ ἐρῶντα καὶ χρηστὸν ἄνθρωπον προσιεμένη ἔπινε μετ' αὐτοῦ κἀμὲ παρέλαβεν αὐλήσουσαν αὐτοῖς. ἤδη δὲ προχωροῦντος τοῦ πότου ἐγὼ μὲν ὑπέκρεκόν τι τῶν Λυδίων, ὁ γεωργὸς δὲ ἤδη ἀνίστατο ὡς ὀρχησόμενος, ἡ Κροκάλη δὲ ἐκρότει, καὶ πάντα ἦν ἡδέα· ἐν τοσούτῳ δὲ κτύπος ἠκούετο καὶ βοὴ καὶ ἡ αὔλειος ἠράσσετο, καὶ μετὰ μικρὸν ἐπεισέπεσον ὅσον ὀκτὼ νεανίσκοι μάλα καρτεροὶ καὶ ὁ Μεγαρεὺς
4
ἐν αὐτοῖς. εὐθὺς οὖν ἀνετέτραπτο πάντα καὶ ὁ Γόργος, ὥσπερ ἔφην, ἐπαίετο καὶ ἐπατεῖτο χαμαὶ κείμενος· ἡ Κροκάλη δὲ οὐκ οἶδ’ ὅπως ἔφθη ὑπεκφυγοῦσα παρὰ τὴν γείτονα Θεσπιάδα·
324
ἐμὲ δὲ ῥαπίσας ὁ Δεινόμαχος, Ἐκφθείρου, φησί, κατεαγότας μοι τοὺς αὐλοὺς προσρίψας. καὶ νῦν ἀποτρέχω φράσουσα ταῦτα τῷ δεσπότῃ· ἀπέρχεται δὲ καὶ ὁ γεωργὸς ὀψόμενός τινας φίλους τῶν ἀστικῶν, οἳ παραδώσουσι τοῖς πρυτανεῦσι τὸν Μεγαρέα.
ΚΟΧΛΙΣ
Ταῦτ' ἐστὶν ἀπολαῦσαι τῶν στρατιωτικῶν τούτων ἐραστῶν, πληγὰς καὶ δίκας· τὰ δὲ ἄλλα ἡγεμόνες εἶναι καὶ χιλίαρχοι λέγοντες, ἤν τι δοῦναι δέῃ, Περίμεινον, φασί, τὴν σύνταξιν, ὁπόταν ἀπολάβω τὴν μισθοφοράν, καὶ ποιήσω πάντα. ἐπιτριβεῖεν δ’ οὖν ἀλαζόνες ὄντες· ἔγωγ' οὖν εὖ ποιῶ μὴ προσιεμένη αὐτοὺς τὸ παράπαν. ἁλιεύς τις ἐμοὶ γένοιτο ἢ ναύτης ἢ γεωργὸς ἰσότιμος κολακεύειν
325
εἰδὼς μικρὰ καὶ κομίζων πολλά, οἱ δὲ τοὺς λόφους ἐπισείοντες οὗτοι καὶ τὰς μάχας διηγούμενοι, ψόφοι, ὦ Παρθενί.
Dialogi meretricii. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.