ΣΙΜΥΛΟΥ ΚΑΙ ΠΟΛΥΣΤΡΑΤΟΥ
ΣΙΜΥΛΟΣ
Ἥκεις ποτέ, ὦ Πολύστρατε, καὶ σὺ παρ' ἡμᾶς ἔτη οἶμαι οὐ πολύ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ὀκτὼ ἐπὶ τοῖς ἐνενήκοντα, ὦ Σιμύλε.
360
ΣΙΜΥΛΟΣ
Πῶς δαὶ τὰ μετ' ἐμὲ ταῦτα ἐβίως τριάκοντα; ἐγὼ γὰρ ἀμφὶ τὰ ἑβδομήκοντά σου ὄντος ἀπέθανον.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ὑπερήδιστα, εἰ καί σοι παράδοξον τοῦτο δόξει.
ΣΙΜΥΛΟΣ
Παράδοξον, εἰ γέρων τε καὶ ἀσθενὴς ἄτεκνός τε προσέτι ἥδεσθαι τοῖς ἐν τῷ βίῳ ἐδύνασο.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Τὸ μὲν πρῶτον ἅπαντα ἐδυνάμην· ἔτι καὶ παῖδες ὡραῖοι ἦσαν πολλοὶ καὶ γυναῖκες ἁβρόταται καὶ μύρα καὶ οἶνος ἀνθοσμίας καὶ τράπεζα ὑπὲρ τὰς ἐν Σικελίᾳ.
ΣΙΜΥΛΟΣ
Καινὰ ταῦτα· ἐγὼ γάρ σε πάνυ φειδόμενον ἠπιστάμην.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ἀλλ' ἐπέρρει μοι, ὦ γενναῖε, παρὰ ἄλλων τὰ ἀγαθά· καὶ ἕωθεν μὲν εὐθὺς ἐπὶ θύρας ἐφοίτων μάλα πολλοί, μετὰ δὲ παντοῖά μοι δῶρα προσήγετο ἁπανταχόθεν τῆς γῆς τὰ κάλλιστα.
ΣΙΜΥΛΟΣ
Ἐτυράννησας, ὦ Πολύστρατε, μετ' ἐμέ;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ, ἀλλ’ ἐραστὰς εἶχον μυρίους.
ΣΙΜΥΛΟΣ
Ἐγέλασα· ἐραστὰς σὺ τηλικοῦτος ὤν, ὀδόντας τέτταρας ἔχων;
361
ΠΟΛΥΣΤΡΑΤΟΣ
Νὴ Δία, τοὺς ἀρίστους γε τῶν ἐν τῇ πόλει· καὶ γέροντά με καὶ φαλακρόν, ὡς ὁρᾷς, ὄντα καὶ λημῶντα προσέτι καὶ κορυζῶντα ὑπερήδοντο θεραπεύοντες, καὶ μακάριος ἦν αὐτῶν ὅντινα ἂν καὶ μόνον προσέβλεψα.
ΣΙΜΥΛΟΣ
Μῶν καὶ σύ τινα ὥσπερ ὁ Φάων τὴν Ἀφροδίτην ἐκ Χίου διεπόρθμευσας, εἶτά σοι εὐξαμένῳ ἔδωκεν νέον εἶναι καὶ καλὸν ἐξ ὑπαρχῆς καὶ ἀξιέραστον;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ, ἀλλὰ τοιοῦτος ὢν περιπόθητος ἦν.
ΣΙΜΥΛΟΣ
Αἰνίγματα λέγεις.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Καὶ μὴν πρόδηλός γε ὁ ἔρως οὑτοσὶ πολὺς ὢν ὁ περὶ τοὺς ἀτέκνους καὶ πλουσίους γέροντας.
ΣΙΜΥΛΟΣ
Νῦν μανθάνω σου τὸ κάλλος, ὦ θαυμάσιε, ὅτι παρὰ τῆς χρυσῆς Ἀφροδίτης ἦν.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ἀτάρ, ὦ Σιμύλε, οὐκ ὀλίγα τῶν ἐραστῶν ἀπολέλαυκα μονονουχὶ προσκυνούμενος ὑπ' αὐτῶν·
362
καὶ ἐθρυπτόμην δὲ πολλάκις καὶ ἀπέκλειον αὐτῶν τινας ἐνίοτε, οἱ δὲ ἡμιλλῶντο καὶ ἀλλήλους ὑπερεβάλλοντο ἐν τῇ περὶ ἐμὲ φιλοτιμίᾳ.
ΣΙΜΥΛΟΣ
Τέλος δ’ οὖν πῶς ἐβουλεύσω περὶ τῶν κτημάτων;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Εἰς τὸ φανερὸν μὲν ἕκαστον αὐτῶν κληρονόμον ἀπολιπεῖν ἔφασκον, ὁ δ’ ἐπίστευέν τε ἂν καὶ κολακευτικώτερον παρεσκεύαζεν αὑτόν, ἄλλας δὲ τὰς ἀληθεῖς διαθήκας ἐκείνας ἔχων κατέλιπον οἰμώζειν ἅπασι φράσας.
ΣΙΜΥΛΟΣ
Τίνα δὲ αἱ τελευταῖαι τὸν κληρονόμον ἔσχον; ἦ πού τινα τῶν ἀπὸ τοῦ γένους;
ΠΟΛΓΣΤΡΑΤΟΣ
Οὐ μὰ Δία, ἀλλὰ νεώνητόν τινα τῶν μειρακίων τῶν ὡραίων Φρύγα.
ΣΙΜΥΛΟΣ
Ἀμφὶ πόσα ἔτη, ὦ Πολύστρατε;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Σχεδὸν ἀμφὶ τὰ εἴκοσι.
ΣΙΜΥΛΟΣ
Ἤδη μανθάνω ἅτινά σοι ἐκεῖνος ἐχαρίζετο.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Πλὴν ἀλλὰ πολὺ ἐκείνων ἀξιώτερος κληρονομεῖν, εἰ καὶ βάρβαρος ἦν καὶ ὄλεθρος, ὃν ἤδη καὶ αὐτῶν οἱ ἄριστοι θεραπεύουσιν. ἐκεῖνος τοίνυν ἐκληρονόμησέ μου καὶ νῦν ἐν τοῖς εὐπατρίδαις ἀριθμεῖται ὑπεξυρημένος μὲν τὸ γένειον καὶ βαρβαρίζων, Κόδρου δὲ εὐγενέστερος καὶ Νιρέως καλλίων καὶ Ὀδυσσέως συνετώτερος λεγόμενος εἶναι.
363
ΣΙΜΥΛΟΣ
Οὔ μοι μέλει· καὶ στρατηγησάτω τῆς Ἑλλάδος, εἰ δοκεῖ, ἐκεῖνοι δὲ
μὴ
1
κληρονομείτωσαν μόνον.
Dialogi mortuorum. Lucian of Samosata. ed. Matthew Donald Macleod. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.