ΛΥΚΙΝΟΣ
Οὐχ ἱκανὸν εἶναί φησι τὸ πάντα ἰδεῖν καὶ διεξελθεῖν δι’ αὐτῶν, ὡς ἔχειν ἤδη ἑλέσθαι τὸ βέλτιστον, ἀλλ’ ἔτι τοῦ μεγίστου ἐνδεῖν.
ΕΡΜΟΤΙΜΟΣ
Τίνος τούτου;
ΛΥΚΙΝΟΣ
Κριτικῆς τινος, ὦ θαυμάσιε, καὶ ἐξεταστικῆς παρασκευῆς καὶ νοῦ ὀξέος καὶ διανοίας ἀκριβοῦς καὶ ἀδεκάστου, οἵαν χρὴ εἶναι τὴν περὶ τῶν τηλικούτων δικάσουσαν, ἢ μάτην ἂν ἅπαντα ἑωραμένα εἴη. ἀποδοτέον οὖν φησι καὶ τῷ τοιούτῳ χρόνον οὐκ ὀλίγον καὶ προθέμενον ἅπαντα εἰς μέσον αἱρεῖσθαι διαμέλλοντα καὶ βραδύνοντα καὶ πολλάκις ἐπισκοποῦντα, μήτε ἡλικίαν τοῦ λέγοντος ἑκάστου μήτε σχῆμα ἢ δόξαν ἐπὶ σοφίᾳ αἰδούμενον, ἀλλὰ κατὰ τοὺς Ἀρεοπαγίτας αὐτὸ ποιοῦντα, οἳ ἐν νυκτὶ καὶ σκότῳ δικάζουσιν, ὡς μὴ ἐς τοὺς λέγοντας, ἀλλ’ ἐς τὰ λεγόμενα ἀποβλέποιεν. καὶ τότ' ἤδη ἐξέσται σοι βεβαίως ἑλομένῳ φιλοσοφεῖν.
ΕΡΜΟΤΙΜΟΣ
Μετὰ τὸν βίον φής· ἐκ γὰρ τούτων οὐδενὸς ἀνθρώπων βίος ἐξαρκέσειεν ἂν ὡς ἐπὶ πάντα ἐλθεῖν καὶ ἕκαστον ἀκριβῶς ἐπιδεῖν καὶ ἐπιδόντα κρῖναι καὶ κρίναντα ἑλέσθαι καὶ ἑλόμενον φιλοσοφῆσαι, μόνως γὰρ ἂν
1
οὕτως εὑρεθῆναι φὴς τἀληθές, ἄλλως δὲ οὔ.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.