ΛΥΚΙΝΟΣ
Ὀκνῶ γάρ σοι εἰπεῖν, ὦ Ἑρμότιμε, ὅτι οὐδὲ τοῦτό πω ἱκανόν, ἀλλ’ ἔτι μοι δοκοῦμεν λεληθέναι ἡμᾶς αὐτοὺς οἰόμενοι μέν τι εὑρηκέναι βέβαιον, εὑρόντες δὲ οὐδέν, ὥσπερ οἱ ἁλιεύοντες πολλάκις καθέντες τὰ δίκτυα καὶ βάρους τινὸς αἰσθόμενοι ἀνέλκουσιν ἰχθῦς παμπόλλους γε περιβεβληκέναι ἐλπίζοντες, εἶτα ἐπειδὰν κάμωσιν ἀνασπῶντες, ἢ λίθος τις ἀναφαίνεται αὐτοῖς ἢ κεράμιον ψάμμῳ σεσαγμένον. σκόπει μὴ καὶ ἡμεῖς τι τοιοῦτον ἀνεσπάκαμεν.
ΕΡΜΟΤΙΜΟΣ
Οὐ μανθάνω τί σοι τὰ δίκτυα ταῦτα βούλεται· ἀτεχνῶς γὰρ με περιβάλλεις αὐτοῖς.
ΛΥΚΙΝΟΣ
Οὐκοῦν πειρῶ διεκδῦναι· σὺν θεῷ γὰρ οἶσθα νεῖν, εἰ καί τις ἄλλος· ἐγὼ γὰρ κἂν ἐφ' ἅπαντας ἔλθωμεν πειρώμενοι καὶ τοῦτο ἐργασώμεθά ποτε, οὐδέπω οὐδὲ τοῦτο δῆλον ἔσεσθαι νομίζω, εἴ τις ἐξ αὐτῶν ἔχει τὸ ζητούμενον ἢ πάντες ὁμοίως ἀγνοοῦσιν.
ΕΡΜΟΤΙΜΟΣ
Τί φής; οὐδὲ τούτων τις πάντως ἔχει;
ΛΥΚΙΝΟΣ
Ἄδηλον. ἤ σοι ἀδύνατον δοκεῖ ἅπαντας ψεύδεσθαι, τὸ δ’ ἀληθὲς ἄλλο τι εἶναι πρὸς μηδενὸς αὐτῶν πω εὑρημένον;
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.