ΕΡΜΟΤΙΜΟΣ
Τί δ’ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις,
1
τί ποιήσεις;
ΛΥΚΙΝΟΣ
Οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις οὐκ ἂν μάθοις τὸν ἔφεδρον.
ΕΡΜΟΤΙΜΟΣ
Καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι. ἐπὶ γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον, οἶδα ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί.
ΛΥΚΙΝΟΣ
Πῶς, ὦ Ἑρμότιμε;
ΕΡΜΟΤΙΜΟΣ
Οὕτως· τὸ Α δύο αὐτῶν ἔχουσιν καὶ τὸ Β ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασιν καὶ ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ ὁ τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι.
ΛΥΚΙΝΟΣ
Πότερον ἐπαινέσω σε, ὦ Ἑρμότιμε, τῆς συνέσεως, ἢ θέλεις ἀντείπω τά γ' ἐμοὶ δοκοῦντα ὁποῖα ἂν ᾖ;
ΕΡΜΟΤΙΜΟΣ
Νὴ Δία. διαπορῶ μέντοι ὅ τι ἂν εὔλογον ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον.
Hermotimus. Lucian of Samosata. ed. Kenneth Kilburn. Medford, MA. Perseus 5.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.