Ἑρμότιμος
τί δʼ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις. τί ποιήσεις;
Λυκῖνος
οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις, οὐκ ἂν μάθοις τὸν ἔφεδρον.
Ἑρμότιμος
καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι· ἐπὶ γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον, οἶδα
785
ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί.
Λυκῖνος
πῶς, ὦ Ἑρμότιμε;
Ἑρμότιμος
οὕτως· τὸ Α δύο αὐτῶν ἔχουσι καὶ τὸ Β ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασι καὶ ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ ὁ τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι.
Λυκῖνος
πότερον, ὦ Ἑρμότιμε, ἐπαινέσω σε τῆς συνέσεως, ἢ θέλεις ἀντείπω τά γʼ ἐμοὶ δοκοῦντα, ὁποῖα ἂν ᾖ;
Ἑρμότιμος
νὴ Δία· διαπορῶ μέντοι ὅ τι ἂν εὔλογον ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον.
Hermotimus. Lucian. ed. Karl Jacobitz. Leipzig. 1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.