Ἑρμῆς
οὕτω γινέσθω. τί δʼ οὖν χρὴ ποιεῖν, ἢ πῶς
1
τὰ θηρία ἐξιχνευτέον;
Ἡρακλῆς
τοῦτο μὲν σὸν ἤδη ἔργον, ὦ Ἑρμῆ· κῆρυξ γὰρ εἶ, ὥστε οὐκ ἂν φθάνοις κηρύττων.
Ἑρμῆς
οὐδὲν τοῦτο χαλεπόν, ἀλλὰ τά γε ὀνόματα οὐκ ἐπίσταμαι αὐτῶν. σὺ οὖν, Φιλοσοφία, λέγε οὕστινας ὀνομαστέον, καὶ τὰ σημεῖα προσέτι.
Φιλοσοφία
οὐδὲ αὐτὴ μὲν οἶδα τὸ σαφὲς οἵτινες ὀνομάζονται διὰ τὸ μὴ ξυγγεγενῆσθαί ποτε αὐτοῖς· ἀπὸ δʼ οὖν τῆς ἐπιθυμίας ἣν ἔχουσι περὶ τὰ κτήματα, οὐκ ἂν ἁμάρτοις προσκαλῶν Κτήσωνας ἢ Κτησίππους ἢ Κτησικλέας ἢ Εὐκτήμονας ἢ Πολυκτήτους.
Fugitivi. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.