Ἑρμῆς
εὖ λέγεις.
ἀλλὰ τίνες
οὗτοί εἰσιν ἢ τί περισκοποῦσιν καὶ αὐτοί; μᾶλλον δὲ καὶ προσίασιν καί τι καὶ ἐρέσθαι θέλουσιν.
Ἀνήρ
ἆρʼ ἂν ἔχοιτε ἡμῖν, ὦ ἄνδρες, εἰπεῖν, ἢ σύ, ὦ βελτίστη, εἴ τινας τρεῖς γόητας ἅμα εἴδετε καί τινα γυναῖκα ἐν χρῷ κεκαρμένην εἰς τὸ Λακωνικόν, ἀρρενωπὴν καὶ κομιδῇ ἀνδρικήν;
Φιλοσοφία
παπαῖ, τὰ ἡμέτερα οὗτοι ζητοῦσιν.
Ἀνήρ
πῶς τὰ ὑμέτερα; δραπέται γὰρ ἐκεῖνοι ἅπαντες. ἡμεῖς δὲ τὴν γυναῖκα μάλιστα μέτιμεν ἠνδραποδισμένην πρὸς αὐτῶν.
Ἑρμῆς
εἴσεσθε δὴ
1
καθʼ ὅ τι καὶ ζητοῦμεν αὐτούς. τὸ νῦν δὲ ἅμα κηρύττωμεν.
εἴ τις εἶδεν
2
ἀνδράποδον Παφλαγονικὸν τῶν ἀπὸ Σινώπης βαρβάρων, ὄνομα τοιοῦτον οἷον ἀπὸ κτημάτων, ὕπωχρον, ἐν χρῷ κουρίαν, ἐν γενείῳ βαθεῖ, πήραν ἐξημμένον καὶ τριβώνιον ἀμπεχόμενον, ὀργίλον, ἄμουσον, τραχύφωνον, λοίδορον, μηνύειν ἐπὶ ῥητῷ αὐτόν.
Δεσπότης
α
Fugitivi. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.