Ἡρακλῆς
ὁρᾶτε, ὦ Ἑρμῆ καὶ Φιλοσοφία, δύο μὲν ὄρη μέγιστα καὶ κάλλιστα ὀρῶν ἁπάντων (Αἷμός ἐστιν τὸ μεῖζον, ἡ καταντικρὺ δὲ Ῥοδόπη) πεδίον
δὲ ὑποπεπταμένον πάμφορον, ἀπὸ τῶν προπόδων ἑκατέρων εὐθὺς ἀρξάμενον, καί τινας λόφους τρεῖς πάνυ καλοὺς ἀνεστηκότας, οὐκ ἀμόρφους τὴν τραχύτητα, οἷον ἀκροπόλεις πολλὰς τῆς ὑποκειμένης πόλεως. καὶ ἡ πόλις
γὰρ ἤδη φαίνεται.
Ἑρμῆς
νὴ Δίʼ, ὦ Ἡράκλεις, μεγίστη καὶ καλλίστη
ἁπασῶν· πόρρωθεν γοῦν ἀπολάμπει τὸ κάλλος. καί τις καὶ ποταμὸς μέγιστος παραμείβεται, πάνυ ἐν χρῷ ψαύων αὐτῆς.
Ἡρακλῆς
Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέφελοι·
1
ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ.
Fugitivi. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.