Στοά
μηδαμῶς, ἀλλʼ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε.
Ἐπίκουρος
Ἐρώτησον· ἀποκρινοῦμαι γάρ.
Στοά
κακὸν ἡγῇ τὸν πόνον;
Ἐπίκουρος
ναί.
Στοά
τὴν ἡδονὴν δὲ ἀγαθόν;
Ἐπίκουρος
πάνυ μὲν οὖν.
Στοά
τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον;
Ἐπίκουρος
μάλιστα.
Ἑρμῆς
οὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα ἐρωτήματα·
ὥστε ἡσυχίαν ἄγετε. ψηφοφοροῦσι γάρ.
Στοά
καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι.
Δίκη
τίς ὑπερέσχεν;
Ἑρμῆς
πάσαις ἡ Ἡδονή.
Στοά
ἐφίημι ἐπὶ τὸν Δία.
Δίκη
τύχῃ τῇ ἀγαθῇ. σὺ δὲ ἄλλους κάλει.
Bis accusatus sive tribunalia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.