Ἑρμῆς
ἄγε, ὦ Δίκη, προσκαλῶμεν.
Δίκη
εὖ λέγεις. ἀθρόοι γοῦν, ὡς ὁρᾷς, προσίασι θορυβοῦντες, ὥσπερ οἱ σφῆκες περιβομβοῦντες τὴν ἄκραν.
Ἀθηναῖος
εἴληφά σε, ὦ κατάρατε.
Ἄλλος1
συκοφαντεῖς.
Ἄλλος2
δώσεις ποτὲ ἤδη τὴν δίκην.
Ἄλλος3
ἐξελέγξω σε δεινὰ εἰργασμένον.
Ἄλλος4
ἐμοὶ πρώτῳ ἀποκλήρωσον.
Ἄλλος5
ἕπου, μιαρέ, πρὸς τὸ δικαστήριον.
Ἄλλος6
μὴ ἄγχε με.
Δίκη
οἶσθα ὃ δράσωμεν, ὦ Ἑρμῆ; τὰς μὲν ἄλλας δίκας εἰς τὴν αὔριον ὑπερβαλώμεθα, τήμερον δὲ κληρῶμεν τὰς τοιαύτας ὁπόσαι τέχναις ἢ βίοις ἢ ἐπιστήμαις πρὸς ἄνδρας εἰσὶν ἐπηγγελμέναι. καί μοι ταύτας ἀνάδος τῶν γραφῶν.
Ἑρμῆς
μέθη κατὰ τῆς Ἀκαδημείας περὶ Πολέμωνος ἀνδραποδισμοῦ.
Δίκη
ἑπτὰ κλήρωσον.
Ἑρμῆς
ἡ Στοὰ κατὰ τῆς Ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν.
Δίκη
πέντε ἱκανοί.
Ἑρμῆς
περὶ Ἀριστίππου Τρυφὴ πρὸς Ἀρετήν.
Δίκη
πέντε καὶ τούτοις δικασάτωσαν.
Ἑρμῆς
Ἀργυραμοιβικὴ δρασμοῦ Διογένει.
Δίκη
τρεῖς ἀποκλήρου μόνους.
Ἑρμῆς
γραφικὴ κατὰ Πύρρωνος λιποταξίου.
Δίκη
ἐννέα κρινάτωσαν.
Bis accusatus sive tribunalia. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.