Ζεύς
τί φής; ἀπιστεῖς εἶναί τινας κολάσεις καὶ τιμάς, καὶ δικαστήριον ἔνθα δὴ ἐξετάζεται ὁ ἑκάστου βίος;
Κυνίσκος
ἀκούω τινὰ Μίνω Κρῆτα δικάζειν κάτω τὰ
τοιαῦτα· καί μοι ἀπόκριναί τι καὶ ὑπὲρ ἐκείνου· σὸς γὰρ υἱὸς εἶναι λέγεται.
Ζεύς
τί δὲ κἀκεῖνον ἐρωτᾷς, ὦ Κυνίσκε;
Κυνίσκος
τίνας κολάζει μάλιστα;
Ζεύς
τοὺς πονηροὺς δηλαδή, οἷον ἀνδροφόνους καὶ ἱεροσύλους.
Κυνίσκος
τίνας δὲ παρὰ τοὺς ἥρωας ἀποπέμπει;
Ζεύς
τοὺς ἀγαθούς τε καὶ ὁσίους καὶ κατʼ ἀρετὴν βεβιωκότας.
Κυνίσκος
τίνος ἕνεκα, ὦ Ζεῦ;
Ζεύς
διότι οἱ μὲν τιμῆς, οἱ δὲ κολάσεως ἄξιοι.
Κυνίσκος
εἰ δέ τις ἀκούσιόν τι δεινὸν ἐργάσαιτο, κολάζεσθαι καὶ τοῦτον δικαιοῖ;
Ζεύς
οὐδαμῶς.
Κυνίσκος
οὐδʼ ἄρα εἴ τις ἄκων τι ἀγαθὸν ἔδρασεν, οὐδὲ τοῦτον τιμᾶν ἀξιώσειεν ἄν;
Ζεύς
οὐ γὰρ οὖν.
Κυνίσκος
οὐδένα τοίνυν, ὦ Ζεῦ, οὔτε τιμᾶν οὔτε κολάζειν αὐτῷ προσήκει.
Ζεύς
πῶς οὐδένα;
Κυνίσκος
ὅτι οὐδὲν ἑκόντες οἱ ἄνθρωποι ποιοῦμεν, ἀλλά τινι ἀνάγκῃ ἀφύκτῳ κεκελευσμένοι, εἴ γε ἀληθῆ ἐκεῖνά ἐστι τὰ ἔμπροσθεν ὡμολογημένα, ὡς ἡ Μοῖρα πάντων αἰτία· καὶ ἢν φονεύσῃ
1
τις, ἐκείνη ἐστὶν ἡ φονεύσασα, καὶ ἢν ἱεροσυλῇ, προστεταγμένον αὐτὸ δρᾷ. ὥστε εἴ γε τὰ δίκαια ὁ Μίνως δικάζειν μέλλοι, τὴν Εἱμαρμένην ἀντὶ τοῦ Σισύφου κολάσεται καὶ τὴν Μοῖραν ἀντὶ τοῦ Ταντάλου. τί γὰρ ἐκεῖνοι ἠδίκησαν πεισθέντες τοῖς ἐπιτάγμασιν;
Juppiter Confutatus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.