Κυνίσκος
ἵνα ὑμῖν
1
μὴ τὰ νῦν λέγω καθʼ ἕκαστον ἐπεξιών, τοὺς μὲν πονηροὺς εὐδαιμονοῦντας καὶ τοὺς πλεονέκτας, ἀγομένους δὲ καὶ φερομένους τοὺς χρηστοὺς ἐν πενίᾳ καὶ νόσοις καὶ μυρίοις κακοῖς πιεζομένους.
Ζεύς
οὐ γὰρ οἶσθα, ὦ Κυνίσκε, ἡλίκας μετὰ τὸν βίον οἱ πονηροὶ τὰς κολάσεις ὑπομένουσιν, ἢ ἐν ὅσῃ οἱ χρηστοὶ εὐδαιμονίᾳ διατρίβουσιν;
Κυνίσκος
Ἅιδην μοι λέγεις καὶ Τιτυοὺς καὶ Ταντάλους. ἐγὼ δέ, εἰ μέν τι καὶ τοιοῦτόν ἐστιν, εἴσομαι τὸ σαφὲς ἐπειδὰν ἀποθάνω· τὸ δὲ νῦν ἔχον ἐβουλόμην τὸν ὁποσονοῦν χρόνον τοῦτον εὐδαιμόνως διαβιοὺς ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι τὸ ἧπαρ ἀποθανών, ἀλλὰ μὴ ἐνταῦθα διψήσας ὥσπερ ὁ Τάνταλος ἐν Μακάρων νήσοις πίνειν μετὰ τῶν ἡρώων ἐν τῷ Ἠλυσίῳ λειμῶνι κατακείμενος.
Juppiter Confutatus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.