Κυνίσκος
τί δήποτε τοὺς ἱεροσύλους καὶ λῃστὰς ἀφέντες καὶ τοσούτους ὑβριστὰς καὶ βιαίους καὶ ἐπιόρκους δρῦν τινα πολλάκις κεραυνοῦτε ἢ λίθον ἢ νεὼς ἱστὸν οὐδὲν ἀδικούσης, ἐνίοτε δὲ χρηστόν τινα καὶ ὅσιον ὁδοιπόρον; τί σιωπᾷς, ὦ Ζεῦ; ἢ οὐδὲ τοῦτό με θέμις εἰδέναι;
Ζεύς
οὐ γάρ, ὦ Κυνίσκε. σὺ δὲ πολυπράγμων τις εἶ καὶ οὐκ οἶδʼ ὅθεν ταῦτα ἥκεις μοι συμπεφορηκώς.
Κυνίσκος
οὐκοῦν μηδὲ ἐκεῖνο ὑμᾶς ἔρωμαι, σέ τε καὶ τὴν Πρόνοιαν καὶ τὴν Εἱμαρμένην, τί δήποτε Φωκίων μὲν ὁ χρηστὸς ἐν τοσαύτῃ πενίᾳ καὶ σπάνει τῶν ἀναγκαίων ἀπέθανε καὶ Ἀριστείδης πρὸ αὐτοῦ, Καλλίας δὲ καὶ Ἀλκιβιάδης, ἀκόλαστα μειράκια, ὑπερεπλούτουν καὶ Μειδίας ὁ ὑβριστὴς καὶ Χάροψ ὁ Αἰγινήτης, κίναιδος ἄνθρωπος, τὴν μητέρα λιμῷ ἀπεκτονώς, καὶ πάλιν Σωκράτης μὲν παρεδόθη τοῖς ἕνδεκα, Μέλητος δὲ οὐ παρεδόθη, καὶ Σαρδανάπαλλος μὲν ἐβασίλευε θῆλυς ὤν, Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς αὐτοῦ, διότι μὴ ἠρέσκετο τοῖς γιγνομένοις·
1
Juppiter Confutatus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.