Ζεύς
ἡμῖν δὲ οὐδὲν ἀπολείπεις, ἀλλὰ μάτην θεοί ἐσμεν, οὔτε πρόνοιάν τινα εἰσφερόμενοι εἰς τὰ πράγματα οὔτε τῶν θυσιῶν ἄξιοι καθάπερ τρύπανα ὡς ἀληθῶς ἢ σκέπαρνα; καί μοι δοκεῖς εἰκότως μου καταφρονεῖν, ὅτι κεραυνόν, ὡς ὁρᾷς, διηγκυλημένος ἀνέχομαί σε τοσαῦτα καθʼ ἡμῶν διεξιόντα.
Κυνίσκος
βάλλε, ὦ Ζεῦ, εἴ μοι καὶ κεραυνῷ πληγῆναι εἵμαρται, καὶ σὲ οὐδὲν αἰτιάσομαι τῆς πληγῆς, ἀλλὰ τὴν Κλωθὼ τὴν διὰ σοῦ
τιτρώσκουσαν· οὐδὲ γὰρ τὸν κεραυνὸν αὐτὸν φαίην ἂν αἴτιον μοι γενέσθαι τοῦ τραύματος. πλὴν ἐκεῖνό γε ὑμᾶς ἐρήσομαι καὶ σὲ καὶ τὴν
Εἱμαρμένην· σὺ δέ μοι καὶ ὑπὲρ ἐκείνης ἀπόκριναι· ἀνέμνησας γάρ με ἀπειλήσας.
Juppiter Confutatus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.