Κλωθώ
τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε· καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες ἥκετε· μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετʼ αὐτῶν Γωβάρην.
Ἑρμῆς
πάρεισι.
Κλωθώ
διʼ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν.
Ἑρμῆς
οὑτοιὶ πλησίον.
Κλωθώ
ποῦ δʼ οἱ περὶ τῆς βασιλείας ὑπʼ ἀλλήλων ἀποθανόντες;
Ἑρμῆς
Παρεστᾶσιν.
Κλωθώ
ὁ δʼ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς;
Ἑρμῆς
ἰδού σοι πλησίον.
Κλωθώ
τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμένους. οἱ δʼ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, ὦ Ἑρμῆ;
Ἑρμῆς
πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω;
Κλωθώ
μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα· καὶ γὰρ τεθνᾶσι
1
τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν μετʼ αὐτῶν Ἀγαθοκλέα.
Cataplus. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.