Κυνικός
Βούλει οὖν ἴδωμεν, ἐπεὶ προελήλυθεν ἐνταῦθα ὁ λόγος, τί τὸ ἐνδεὲς καὶ τί τὸ ἱκανόν ἐστιν;
Λυκίνος
Εἴ σοι δοκεῖ.
Κυνικός
Ἆρ’ οὖν ἱκανὸν μὲν ἑκάστῳ ὅπερ ἂν ἐξικνῆ- ται πρὸς τὴν ἐκείνου χρείαν, ἢ ἄλλο τι λέγεις;
Λυκίνος
Ἔστω τοῦτο.
Κυνικός
Ἐνδεὲς δὲ ὅπερ ἂν ἐνδεέστερον ᾖ τῆς χρείας καὶ μὴ ἐξικνῆται πρὸς τὸ δέον;
Λυκίνος
Ναί.
Κυνικός
Οὐδὲν ἄρα τῶν ἐμῶν ἐνδεές ἐστιν· οὐδὲν γὰρ αὐτων ὅ τι οὐ τὴν χρείαν ἐκτελεῖ τὴν ἐμήν.
Cynicus. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.