Λυκίνος
Πῶς τοῦτο λέγεις;
Κυνικός
Ἐὰν σκοπῇς πρὸς ὅ τι γέγονεν ἕκαστον ὧν δεόμεθα, οἷον οἰκία ἆρ’ οὐχὶ σκέπης;
Λυκίνος
Ναί.
Κυνικός
Τί δὲ ἐσθὴς τοῦ χάριν; ἄρα οὐχὶ καὶ αὐτὴ τῆς σκέπης;
Λυκίνος
Ναί.
Κυνικός
Τῆς δὲ σκέπης αὐτῆς πρὸς θεῶν τίνος ἐδεήθημεν ἕνεκα; οὐχ ὥστε ἄμεινον ἔχειν τὸν σκεπόμενον;
541
Λυκίνος
Δοκεῖ μοι.
Κυνικός
Πότερ’ οὖν τὼ πόδε κάκιον ἔχειν δοκὼ σοι;
Λυκίνος
Οὐκ οἶδα.
Κυνικός
Ἀλλ’ οὕτως ἂν μάθοις· τί ποδῶν ἔστ’ ἔργον;
Λυκίνος
Πορεύεσθαι.
Κυνικός
Κάκιον οὖν πορεύεσθαί σοι δοκοῦσιν οἱ ἐμοὶ πόδες ἢ οἱ τῶν πολλῶν;
Λυκίνος
Τοῦτο μὲν οὐκ ἴσως.
Κυνικός
Οὐ τοίνυν οὐδὲ χεῖρον ἔχουσιν, εἰ μὴ χεῖρον τὸ ἑαυτῶν ἔργον ἀποδιδόασιν.
Λυκίνος
Ἴσως.
Κυνικός
Τοὺς μὲν δὴ πόδας οὐδὲν φαίνομαι χεῖρον διακείμενος τῶν πολλῶν ἔχειν.
Λυκίνος
Οὐκ ἔοικας.
Κυνικός
Τί δέ; τοὐμὸν σῶμα τὸ λοιπὸν ἆρα κάκιον; εἰ γὰρ κάκιον, καὶ ἀσθενέστερον, ἀρετὴ γὰρ σώματος ἰσχύς. ἆρ’ οὖν τὸ ἐμὸν ἀσθενέστερον;
Λυκίνος
Οὐ φαίνεται.
Κυνικός
Οὐ τοίνυν οὔθ’ οἱ πόδες φαίνονταί μοι σκέπης ἐνδεῶς ἔχειν οὔτε τὸ λοιπὸν σῶμα· εἰ γὰρ ἐνδεῶς εἶχον, κακῶς ἂν εἶχον. ἡ γὰρ ἔνδεια πανταχοῦ κακὸν καὶ χεῖρον ἔχειν ποιεῖ ταῦτα οἷς ἂν προσῇ. ἀλλὰ μὴν οὐδὲ τρέφεσθαί γε φαίνεται χεῖρον τὸ σῶμα τοὐμόν, ὅτι ἀπὸ τῶν τυχόντων τρέφεται.
Λυκίνος
Δῆλον γάρ.
Κυνικός
Οὐδὲ εὔρωστον, εἰ κακῶς ἐτρέφετο· λυμαίνονται γὰρ αἱ πονηραὶ τροφαὶ τὰ σώματα.
Λυκίνος
Ἔστι ταῦτα.
Cynicus. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.