Κυνικός
σὺ δὲ πρὸς θεῶν εἰπέ μοι, τῇ πολυτελείᾳ οὐ νομίζεις κακίαν προσεῖναι;
Λυκίνος
Καὶ μάλα.
Κυνικός
Τῇ δὲ εὐτελείᾳ ἀρετήν;
Λυκίνος
Καὶ μάλα.
Κυνικός
Τί ποτε οὖν ὁρῶν ἐμὲ τῶν πολλῶν εὐτελέστερον διαιτώμενον, τοὺς δὲ πολυτελέστερον, ἐμὲ αἰτιᾷ καὶ οὐκ ἐκείνους;
Λυκίνος
Ὅτι οὐκ εὐτελέστερον μοι, μὰ Δία, τῶν πολλῶν διαιτᾶσθαι δοκεῖς, ἀλλ’ ἐνδεέστερον, μᾶλλον δὲ τελέως ἐνδεῶς καὶ ἀπόρως· διαφέρεις γὰρ οὐδὲν σὺ τῶν πτωχῶν, οἳ τὴν ἐφήμερον τροφὴν μεταιτοῦσιν.
Cynicus. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.