Λυκίνος
δεῖ δὲ τῶν νέων ἐρᾶν ὡς Ἀλχιβιάδου Σωκράτης. ὃς ὑπὸ μιᾷ χλαμύδι πατρὸς ὕπνους ἐκοιμήθη. καὶ ἔγωγε τὸ Καλλιμάχειον ἐπὶ τέλει τῶν λόγων ἥδιστα προσθείην ἂν ἅπασι κήρυγμα·
Αἴθε γάρ, ὦ κούροισιν ἐπ᾿ ὄμματα λίχνα φέροντες,
Ἐρχίος ὡς ὑμῖν ὥρισε παιδοφιλεῖν,
ὧδε νέων ἐράοιτε, πόλιν κ᾿ εὔανδρον ἔχοιτε.
ταῦτ’ εἰδότες, ὦ νεανίαι, σωφρόνως παισὶν ἀγαθοῖς πρόσιτε μηδὲ ὀλίγης τέρψεως εἵνεκεν τὴν μακρὰν ἐκχέοντες εὔνοιαν ἄχρι τῆς ἀκμῆς πλαστὰ τὰ τοῦ φιλεῖν πάθη προβάλλεσθε, τὸν δ’ οὐράνιον Ἔρωτα προσκυνοῦντες εἰς γῆρας ἀπὸ παίδων βέβαια τηρεῖτε τὰ πάθη· τοῖς γὰρ οὕτω φιλοῦσιν ἥδιστος μὲν ὁ τοῦ ζῆν χρόνος οὐδεμιᾶς ἀπρεποῦς
453
συνειδήσεως παροικούσης, ἀοίδιμοι δὲ μετὰ θάνατον εἰς πάντας ἐκφοιτῶσι κλῃδόνες. εἰ δὲ δεῖ φιλοσόφων παισὶ πιστεύειν, αἰθὴρ μετὰ γὴν ἐκδέχεται τοὺς ταῦτα ζηλοῦντας· εἰς δὲ ἀμείνονα βίον ἀποθανόντες ἔχουσι τῆς ἀρετῆς γέρας τὸ ἄφθαρτον.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.