Λυκίνος
Τοιαῦτα τοῦ Καλλικρατίδου σφόδρα νεανικῶς σεμνολογησαμένου Χαρικλέα μὲν ἐκ δευτέρου λέγειν πειρώμενον ἐπέσχον· ὥρα γὰρ ἦν ἐπὶ ναῦν κατιέναι. δεομένων δ’ ὅ τι φρονοίην ἀποφήνασθαι, δι’ ὀλίγου τοὺς ἑκατέρου λόγους ἀφριθμησάμενος, Οὐκ ἐξ ὑπογύου, φημί, καὶ παρημελημένως ὑμῖν, ὦ ἑταῖροι, τὰ τῶν λόγων ἔοικεν ἀπεσχεδιάσθαι, διηνεκοῦς δὲ καὶ νὴ Δί’ ἐρρωμένης φροντίδος ἐναργῆ ταῦτ’ ἐστὶν ἴχνη· σχεδὸν γὰρ οὐδέν ἐστιν ὅ τι τῶν λεκτέων εἰπεῖν ἑτέρῳ δύνασθαι παρήκατε. καὶ πολλὴ μὲν ἡ τῶν πραγμάτων ἐμπειρία, πλείων δ’ ἡ τῶν λόγων δεινότης, ὥστ’ ἔγωγε ἂν εὐξαίμην, εἴπερ ἦν ἐν δυνατῷ, γενέσθαι Θηραμένης ἐκεῖνος ὁ Κόθορνος, ἵν’
454
ἄμφω νενικηκότες ἐξ ἴσου βαδίζοιτε. πλὴν ἐπειδήπερ ἀνήσειν οὐκ ἐοίκατε καὶ αὐτὸς ἐν τῷ μεταξὺ πλῷ περὶ τῶν αὐτῶν οὐ κέκρικα διοχλεῖσθαι, τὸ μάλιστα παραστὰν εἶναί μοι δίκαιον ἀποφανοῦμαι.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.